Ancient Greek
1.9 to 1.10
Epiphanius, Panarion (Adversus haereses) 1.9-2-10
Not analysed yet
καὶ τούτου ἕνεκα πάντως δὴ τὸν σπινθῆρα σωθῆναι, τὸ δὲ πᾶν τοῦ ἀνθρώπου ἀπολέσθαι· ἐν τῷ ἄνω μὲν τὸ ἄνωθεν κατελθὸν ἀνακομισθῆναι χρόνοις τισί, τὸ δὲ κάτωθεν πᾶν τὸ ὑπὸ τῶν ἀγγέλων πλασθὲν ἐνταῦθα αὐτοῖς καταλιμπάνεσθαι. Χριστὸν δὲ καὶ αὐτὸν φάσκει ὁ γόης ἐν σχήματι ἀνθρώπου ἐληλυθέναι καὶ ἰδέᾳ μόνῃ, τὰ πάντα δὲ [ἐν] τῷ δοκεῖν πεποιηκέναι, τουτέστι τὸ γεγεννῆσθαι τὸ περιπατεῖν τὸ όπτάνεσθαι τὸ πε- πονθίναι.