Ancient Greek
Κατὰ Ἀδαμιανῶν λݲβݲ, τῆς δὲ ἀκολουθίας νݲβݲ., Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 1.9-4
Not analysed yet
εἴτε γὰρ ἔστιν ἡ τοιαύτη εἴτε μὴ ἔστι, πολλῶν λεγόντων ἀκηκοότι ἀσφαλείας χάριν καὶ περὶ αὐτῆς εἰπεῖν εὔλογόν μοι πέφηνε καὶ μὴ παραλεῖψαι, κἄν τε καταλέλυται καὶ οὐκέτι ὑπάρχει. οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι. τί δὲ εἰς μακρὸν ἀποτείνομαι χρόνον τῷ προοιμίῳ χρώμενος πρὸς διήγησιν; ἄρξομαι δὲ τὸ γελοῖον διηγεῖσθαι, μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, <πένθος μὲν> ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασμένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων.