# Panarion (Adversus haereses) 10-3

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/10-3

10. Πόθεν τοίνυν ὁ Σὴθ ὁ τότε τελευτήσας, οὗ καὶ υἱοὶ κατὰ διαδοχὴν βιώσαντες τοῦ βίου ἐπαύσαντο, εὑρεθήσεται κύριος ὁ ἀπὸ Μαρίας γεννηθεὶς τῆς ἀειπαρθένου εὐδοκήσας ἐπὶ ζωῇ τῶν ἀνθρώπων, ὁ γεννηθεὶς ἀχρόνως, ὁ ὢν πρὸς τὸν πατέρα ἀεί, ἐνυπόστατος θεὸς λόγος, ἐλθὼν δὲ ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν καὶ εἰς ἑαυτὸν δὲ ἀναπλασάμενος ἀπὸ μήτρας παρθενικῆς σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφὼς οὕτως ἐνανθρωπήσας τελειότατα, κηρύξας ἡμῖν ζωῆς τὰ μυστήρια, δικαιοσύνης τε ἐργάτας τοὺς αὐτοῦ μαθητὰς καταστήσας καὶ τὴν αὐτοῦ διδασκαλίαν δι᾿ ἑαυτοῦ τε καὶ δι᾿ αὐτῶν παιδεύσας τὸ γένος τῶν ἀνθρώπων, οὐ τὰ τῶν Σηθιανῶν ἀποκαλύψας οὐδὲ Σὴθ ἑαυτὸν ὀνομάσας. ὡς οὑτοι ληροῦντες καὶ μέθῃ τινὶ συνεχόμενοι ἀπὸ τῆς ἀληθείας ἐκπεπτώκασι; Τὰ δὲ νῦν συντόμου οὔσης τῆς * αἱρέσεως, οὐκ ἐνδεηθεὶς ἐπεκτεῖναι τὸν κατ᾿ αὐτῆς ἔλεγχον ἀρκοῦμαι τοῖς παροῦσι μόνοις. εὔτρωτος γὰρ ἡ τούτων ἄνοια καὶ ἑαυτὴν δυναμένη τε ἐλέγξαι καὶ φωρᾶσαι, οὐ μόνον περὶ τῆς τοῦ Χριστοῦ ἀγωγῆς καὶ σεσυκοφαντημένης διδασκαλίας τοῦ τὸν Σὴθ αὐτὸν νομίζειν τε καὶ διαβεβαιοῦσθαι εἶναι, ἀλλὰ καὶ εἰς τὴν περὶ τῶν δύο ἀνθρώπων ὑπόθεσιν. εἰ γὰρ αἱ δυνάμεις ἄνωθεν ἐσχήκασι τὴν ἀρχήν, οὐκ ἂν ἄνευ τῆς μιᾶς, ἣν δὴ καὶ Μητέρα φάσκουσι τῶν ὅλων εἶναι, ἐγένετό τε καὶ ἐπράχθη τὰ ὑπὸ τῶν δύο πραχθέντα. εὑρίσκεται γὰρ ἡ μία αἰτία τῶν δύο δυνάμεων, καὶ ἄνευ αὑτῆς μηδὲν τῶν γενομένων γεγονέναι. καὶ ἀναδραμοῦνται πάλιν ἐπὶ τὸ ὁμολογεῖν ἕνα εἶναι δεσπότην τῶν πάντων καὶ δημιουργὸν καὶ κτιστὴν τῶν ὅλων, ἅπαξ μιᾶς δεικνυμένης ἀρχῆς. ἀλλὰ καὶ περὶ ταύτης τῆς αἱρέσεως ταῦτα φήσαντες καὶ ἀποκαλύψαντες τὸν ἰὸν τῆς ἑρπετώδους αὐτῶν ἐκ γένους ἀσπίδων γονῆς, ἐφ’ ἑτέραν πάλιν ἴωμεν, ἀγαπητοί, τῇ αὐτῇ ἀκολουθίᾳ τῆς πραγματείας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
