Ancient Greek
10.1 to 10.8
Epiphanius, Panarion (Adversus haereses) 10.1-3-8
Not analysed yet
10. Οὐκ ἐπιζητησεις δὲ παρ᾿ ἡμῶν, τῶν ἐν Κελτοῖς διατριβόντων καὶ περὶ βάρβαρον διάλεκτον τὸ πλεῖστον ἐσχολουμένων, λόγων τέχνην ἥν οὐκ ἐμάθομεν οὔτε δύναμιν συγγραφέως ἥν οὐκ ἠσκήσαμεν οὔτε καλλωπισμὸν λέξεων οὔτε πιθανότητα ἥν οὐκ οἴδαμεν, ἀλλὰ ἁπλῶ; καὶ ἀληθῶς καὶ ἱδιωτικῶς τὰ μετὰ ἀγάπης σοὶ γραφέντα μετὰ ἀγάπης σὺ προσδέξῃ καὶ αὐτὸς αὐξήσεις αὐτὰ παρὰ σεαυτῷ ἄτε ἱκανώτερος ἡμῶν τυγχάνων), οἱονεὶ σπέρματα καὶ ἀρχὰς λαβὼν παρ᾿ ἡμῶν, καὶ ἐν τῷ πλάτει σοῦ τοῦ νοῦ ἐπὶ πολὺ καρποφορήσεις τὰ δι᾿ ὀλίγων ὐφ᾿ ἡμῶν εἰρημένα καὶ δυνατῶς παραστήσεις τοῖς μετὰ σοῦ τὰ ἀσθενῶς ὑφ᾿ ἡμῶν ἀπηγγελμένα. καὶ ὡς ἡμεῖς ἐφιλοτιμήθημεν, πάλαι ζητοῦντός σου μαθεῖν τὴν γνώμην αὐτῶν, μὴ μόνον σοὶ ποιῆσαι φανεράν, ἀλλὰ καὶ ἐφόδια δοῦναι πρὸς τὸ ἐπιδεικνύειν αὐτὴν ψευδῆ, οὕτως δὲ καὶ σὺ φιλοτίμως τοῖς λοιποῖς διακονήσεις, κατὰ τὴν χάριν τὴν ὑπὸ τοῦ κυρίου σοὶ διδομένην, εἰς τὸ μηκέτι παρασύρεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῆς ἐκείνων πιθανολογίας, οὔσης τοιαύτης. Λέγουσιν γάρ τινα εἶναι ἐν ἀοράτοις καὶ ἀκατονομάστοις ὑψώμασι τέλειον Αἰῶνα προόντα· τοῦτον δὲ καὶ Προαρχὴν καὶ Προπάτορα καὶ Βυθὸν καλοῦσιν. ὑπάρχοντα δ᾿ αὐτὸν ἀχώρητον καὶ ὀόρατον, ἀίδόν τε χρόνων· συνυπάρχειν δ᾿ αὐτῷ καὶ Ἔννοιαν, ἥν δὴ καὶ Χάριν καὶ Σιγὴν δνομάζουσι. καὶ ποτὲ ἐννοηθῆναι ἀφ᾿ ἑαυτοῦ προβαλέσθαι τὸν Βυθὸν τοῦτον ἀρχὴν τῶν πάντων, καὶ καθάπερ σπέρμα τὴν προβολὴν ταύτην, ἥν προβαλέσθαι ἐνενοήθη, καὶ] καταθέσθαι ὡς ἐν μήτρᾳ Ε; τῇ συνυπαρχούσῃ ἑαυτῷ Σιγῇ. ταύτην δὲ ὑποδεξαμένην τὸ σπέρμα τοῦτο καὶ ἐγκύμονα γενομένην ἀποκυῆσαι Νοῦν, ὅμοιόν τε καὶ ἴσον τῷ προβαλόντι καὶ μόνον χωροῦντα τὸ μέγεθος τοῦ πατρός· τὸν δὲ Νοῦν τοῦτον καὶ Μονογενῆ καλοῦσι καὶ Πατέρα καὶ ἀρχὴν τῶν πάντων. συμπροβεβλῆσθαι δὲ αὐτῷ Ἀλήθειαν καὶ εἶναι ταύτην πρώτην καὶ ἀρχέγονον Πυθαγορικὴν τετρακτύν, ἥν καὶ ῥίζαν τῶν πάντων καλοῦσιν. ἔστιv γὰρ Βυθὸς καὶ Σιγή, ἔπειτα Νοῦς καὶ Ἀλήθεια.