# Panarion (Adversus haereses) 10.1-4-7

Epiphanius, Panarion (Adversus haereses), 10.1 to 10.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/10.1-4

10. Τὰ δὲ τῆς παρὰ σοὶ ἑτέρας θεῶν διαιρέσεως τριχῆ πάλιν διαιρεθείσης ἐπαναλαβὼν καὶ αὐτὰ δείξω παρὰ σοὶ σεσυκοφαντημένα καὶ οὐκ ἄλλο τι ὄν ἀλλὰ γόητος τὸ ἔργον. ποῖος γὰρ ἡμῖν τρίτος θεὸς πάρεστιν, ἐκ δύο συσταθεὶς ὁμοιωμάτων καὶ οὔθ᾿ ἕτερον ὤν τῶν δύο, οὔτε τὴν κακίαν ἔχων καὶ ἀδικίαν ὡς ἔφης, οὔτε τὴν ἀγαθότητα καὶ φωτεινὴν οὐσίαν, μεσαίτατος δὲ ὤν δίκαιος; καὶ γὰρ ἀληθῶς ἀλλότριος ὤν πάσης δικαιοσύνης εἰκότως άγνοεῖς τί ποτέ ἐστι δικαιοσύνη, ἑτέραν αὐτὴν παρὰ τὴν ἀγαθότητα νομίζων. πολὺ δὲ ἐλεγχθήσῃ, ὠ ῥᾳδιουργὲ καὶ ἀλλότριε τῆς ἀληθείας· οὐδαμόθεν γὰρ γίνεται τὸ δίκαιον ἀλλ᾿ ἐξ ἀγαθότητο καὶ οὐδὲ ἄλλως τις γενήσεται ἀγαθός, εἰ μὴ ᾖ δίκαιος. ὅθεν καὶ ὁ κύριος, ἐπαινῶν τὴν νομοθεσίαν καὶ τοὺς αὐτῆς δικαίους, ἔλεγεν »κοσμεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ οἰκοδομεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς«. πόθεν δὲ γεγόνασι προφῆται καὶ δίκαιόι ἀλλ᾿ ἢ ἀπὸ τῆς τοῦ πατρὸς ἀγαθότητος; καὶ ἵνα δείξῃ ὅτι ἐν τῷ μέρει τῆς ἀγαθότητος ὁ δίκαιος ἔστηκεν, ἔλεγεν »ὅμοιοι γένεσθε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς, ὅτι άνατέλλει αὐτοῦ τὸν ἥλιον ἐπὶ άγαθοὺς καὶ πονηροὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ άδίκους«, ἕνα δείξῃ τὸ δίκαιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν δίκαιον καὶ τὸ πονηρὸν ἄδικον καὶ τὸ ἄδικον πονηρόν. Τὴν δὲ ἐπιπλοκὴν ἣν ἔφης τοῦ νόμου οὐ δύνασαι ἀποδεῖξαι. ἑάγως γὰρ συκοφαντῶν τὸν νόμον, ἐπιπλοκήν τινα αὐτῷ προσάπτων, διὰ τὸ εἰρηκέναι τὸν νόμον »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὁδόντα ἀντὶ ὁδόντος« καὶ ἐπειδὴ φονεύει ὁ νόμος τὸν φονευτήν. ἀλλὰ ἐξ αὐτῆς τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πραγματείας δειχθήσεται ὅτι οὐκ ἐπιπλοκή τις ἦν, ἀλλ᾿ ἡ αὐτὴ ἦν νομοθεσία καὶ τὸ αὐτὸ ἐνεργεῖ. τῇ ὑπὸ τοῦ σωτῆρος εἰρημένῃ ἐντολῇ ὅτι »ἐάν τίς σε τυπτησῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
