# Panarion (Adversus haereses) 10.1-6-6

Epiphanius, Panarion (Adversus haereses), 10.1 to 10.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/10.1-6

10. Τῴ γὰρ τριακοστῷ τρίτῳ τοῦ Ἡρῴδου γεννᾶται ὁ κύριος, τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἔννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται. ἀνεχώρησεν οὖν ἀκούσας περὶ Ἀρχελάου καὶ ἐλθὼν κατῴκησεν εἰς Ναζαρὲτ καὶ ἐκεῖθεν πάλιν κατ᾿ ἔτος ἐνῄει εἰς Ἱερουσαλήμ. ὁρᾷς ὅση τυγχάνει ἀκρίβεια ἐν τοῖς θείοις εὐαγγελίοις περὶ ἑκάστης πραγματείας. οἱ δὲ ἀγνοίᾳ φερόμενοι, τὸν ἑαυτῶν νοῦν σκοτώσαντες οὐκ ἴσασι τὸ τέλος ἑκάστου λόγου, ἀλλὰ ἁπλῶς κατὰ τῶν ἁγίων <εὐαγγελιστῶν> ἐπαίρουσι τὸ στόμα καὶ χαλῶσι τὴν γλῶτταν, μηδὲν μὲν λέγοντες ἐν ἀληθείᾳ, ἑαυτοὺς δὲ τῆς ζωῆς ἀπαλλοτριοῦντες. Ἐνθεν γοῦν ὁ Λουκᾶς μετὰ τὸ διηγήσασθαι τὰ πρῶτα πάλιν λέγει πῶς ἐν τῷ δωδεκάτῳ ἔτει ἀνῆλθεν εἰς Ἱερουσαλήμ, ἵνα μὴ παραλείψῃ τόπον τοῖς νομίσασιν αὐτὸν ἁπλῶς ἄνδρα τέλειον ἐν κόσμῳ πεφηνέναι καὶ εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην ἡκέναι, ὡς ὑπελήφθη ὑπό τε Κηρίνθου καὶ Ἐβίωνος καὶ τῶν ἄλλων. δεινὸς γὰρ ὁ ὄφις σκαληνῶς διαβαίνων ἐν μιᾷ γνώμῃ οὐχ ἵσταται, ἀλλὰ τοῖς μὲν δοκεῖ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς γεγενῆσθαι, τοῖς δ᾿ ἄλλοις ἁπλῶς ἄνθρωπος πεφηνέναι. διὸ κατὰ τὸ λεπτὸν τὰ πάντα σιηγούμενοι οἱ ἅγιοι εὐαγγελισταὶ ἀκριβοῦσι. καὶ φύσει ὁ Λουκᾶς ὡς ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω ἀναφέρων τὴν διάνοιαν φάσκει »ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήρ«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
