Ancient Greek
10.1 to 10.7
Epiphanius, Panarion (Adversus haereses) 10.1-7-7
Not analysed yet
10. Ἤ γὰρ πάλιν λέγει »ἵνα ὦσιν ἕν, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν; «ἀεὶ γὰρ ἠ γραφὴ ἀσφαλιζομένη τὰς κατὰ τὸ ἄκρον πτώσεισ τῶν ἀνθρώπων ἐκ πανταχόθεν τὸν νοῦν συνάγει ἐπὶ τὴν μέσην τῆς ἀληθείως ὁδόν. καὶ πρὸς τούτους μὲν τοὺς νομίζοντας ἀλλότριον εἶται τοῦ πατρὸς τὸν υἱόν, φημὶ δὲ ὡς ὁ Ἄρειος νομέζει καὶ ἄλλαι αἱρέσεις, λέγει »ἐγὼ καὶ ὁ παρτὴρ ἕν ἐσμεν«· πρὸς δὲ τοὺς νομίζοντας τὸν αὐτὸν εἶναλ πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν διὰ τὸ εἰρηκέναι »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«, λέγει »ποίησον αὐτοὺς ἵνα ὦσιν ἕνκαθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν«, ἵνα καταισχύνῃ Νόητον καὶ τὴν αὐτοῦ σχολήν, παραγαγὼν εἰς μέσον τὴν τῶν μαθητῶν ἕνωσιν. πῶς γὰρ ἠδύνατο Πέρος καὶ Ἰωάννης καὶ οἱ καθεξῆς εἶναι ἕν ὡς κατὰ συναλοιφήν; ἀλλὰ διὰ τὸ εἶναι ἐν μιᾷ ἑνότητι θεότητος καὶ ἐν μιᾷ γνώμῃ καὶ δυνάμει, εἰς τὸ ἀποκρούσασθαι πᾶσαν ὑπόνοιαν κατὰ θάτερον τῆς ἀληθείας ἐπανισταμένην *· *Φίλιππος [δὲ] ὁ ἅγιος ἀπόστολος φάσκων ὅτι »δεῖξον ἡμῖν τὸν πατέρα σου«. ὁ δὲ εἶπεν »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«, καὶ οὐκ εἶπεν »ἐγώ εἰμι ὁ πατήρ«, ἀλλὰ τῷ »ἐμέ« σημαίνων ἑαυτὸν ἔλεγεν· τῷ δέ »ἑώρακε τὸν πατέρα«, οὐχ ἑαυτὸν ἔλεγεν. ἄλλο γὰρ τό »τὸν πατέρα« καὶ ἄλλο τό »ἐμέ« καὶ ἄλλο <τό> »ἐγώ«, καὶ ἕτερον τό »ἐμέ«. εἰ γὰρ ἦν αὐτὸς ὁ πατήρ, ἔλεγεν »ἐγώ εἰμι«· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ πατήρ, ἀλλὰ ὁ υἱός, ἀληθῶς λέγει »ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα«, ἵνα ἀποκρούσηται τὴν τοῦ Ἀρείου βλασφημίαν τὴν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ἀπαλλοτριοῦσαν.