# Panarion (Adversus haereses) 10.1-8

Epiphanius, Panarion (Adversus haereses), 10.1 to 10.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/10.1

10. Ta δὲ τῶν μειζόνων κατ' αὐτοὺς ἀρχόντων ὀνόματα ταῦτα εἶναι λέγουσι, πολλοὺς λέγοντες· ἐν μὲν τῷ πρώτῳ οὐρανῷ εἶναι τὸν Ἰαὼ ἄρχοντα, καὶ ἐν τῷ δευτέρῳ φησὶν εἶναι τὸν Σακλᾶν ἄρ- χοντα τῆς πορνείας, ἐν δὲ τῷ τρίτῳ τὸν Σὴθ ἄρχοντα, ἐν δὲ τῷ τετάρτῳ εἶναί φησι τὸν Δαυίδην. τέταρτον γὰρ ὑποτίθενται οὐρανὸν καὶ τρίτον, πέμπτον δὲ ἄλλον οὐρανόν, ἐν ᾧ φασιν εἶναι τὸν Ἐλωαῖον τὸν καὶ Ἀδωναῖον. ἐν δὲ τῷ ἕκτῳ φασὶν εἶναι οἱ μὲν τὸν Ἰαλδαβαώθ, οἱ δὲ τὸν Ἠλιλαῖον. ἄλλον δὲ ἕβδομον οὐρανὸν ὑποτίθενται, ἐν ᾧ λέγουσιν εἶναι τὸν Σαβαώθ· ἄλλοι δὲ λέγουσιν οὐχί, ἀλλ' ὁ Ἰαλδαβαώθ ἐστιν ἐν τῷ ἑβδόμῳ. ἐν δὲ τῷ ὀγδόῳ οὐρανῷ τὴν Βαρβηλὼ καλουμένην καὶ τὸν πατέρα τῶν ὅλων καὶ κύριον τὸν αὐτὸν αὐτοπάτορα καὶ Χριστὸν ἄλλον αὐτολόχευτον καὶ Χριστὸν τοῦτον τὸν κατελθόντα καὶ δείξαντα τοῖς ἀνθρώποις ταύτην τὴν γνῶσιν, ὂν καὶ Ἰησοῦν φασιν· μὴ εἶναι δὲ αὐτὸν ἀπὸ Μαρίας Γεγεννημένον, ἀλλὰ διὰ Μαρίας δεδειγμένον. σάρκα δὲ αὐτὸν μὴ εἰληφέναι, ἀλλ' ἢ μόνον δόκησιν εἶναι. φασὶ δὲ τὸν Σαβαὼθ οἱ μὲν ὄνου μορφὴν ἔχειν, οἱ δὲ χοίρου· διόπερ ἐνετείλατο, φησί, τοῖς Ἰουδαίοις χοῖρον μὴ ἐσθίειν. εἷναι δὲ αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μετ αὐτὸν οὐρανῶν καὶ ἀγγέλων τῶν ἑαυτοῦ. τὴν δὲ ψυχὴν ἐν τῷ ἐξέρχεσθαι ἐντεῦθεν διαβαίνειν διὰ τῶν ἀρχόντων τούτων, μὴ δύνασθαι δὲ διαπερᾶσαι, εἰ μή τι ἄν <τις> τῆς γνώσεως ταύτης, μᾶλλον δὲ καταγνώσεως, ἐν πληρώματι γένηται καὶ ἐμφορηθεὶς διαδράσειε τῶν ἀρχόντων καὶ τῶν ἐξουσιῶν τὰς χεῖρας. εἶναι δὲ δρακοντοειδῆ τὸν ἄρχοντα τὸν κατέχοντα τὸν κόσμον τοῦτον, καὶ καταπίνοντα μὲν τὰς ψυχὰς τὰς μὴ ἐν γνώσει ὑπαρχούσας καὶ διὰ τῆς κέρκου πάλιν ἐπιστρέφοντα εἰς τὸν κόσμον, ἐνταῦθα εἰς χοίρους καὶ εἰς ἄλλα ζῷα * καὶ πάλιν διὰ τῶν αὐτῶν ἀναφερομένας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
