Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 10
Epiphanius, Panarion (Adversus haereses) 10.7
Not analysed yet
τὸ δὲ νομίζεσθαι οὐκ ἀληθές ἐστιν, ἀλλὰ ἐν τάξει μὲν πατρὸς ἐτύγχανεν ὁ Ἰωσὴφ διὰ τὸ οὕτως τῷ θεῷ δεδόχθαι, οὐκ ἦν δὲ πατὴρ ὁ μὴ πρὸς τὴν Μαριὰμ ἐσχηκὼς συνάφειαν ἢ μόνον ὅτι ἀνὴρ ἐκλήθη διὰ τὸ μεμνηστεῦθαι πρεσβύτης ὀγδοήκοντα ἐτῶν που τυγχάνων πλείω ἐλάσσω καὶ ἔχων ἓξ υἱοὺς ἀπὸ τῆς ὄντως αὐτοῦ γαμετῆς πρώτης, ταύτην δὲ τὴν οἰκονομίαν παρειληφώς, ὡς καὶ ἄλλῃ που ἀκριβέστερον περὶ τούτου διῆλθον.