Ancient Greek
10.9 to 10.13
Epiphanius, Panarion (Adversus haereses) 10.9-13
Not analysed yet
εἰ δέ τις, φησίν, ἐν τῇ γνώσει γένηται ταύτῃ καὶ συλλέξῃ ἑαυτὸν ἐκ τοῦ κόσμου διὰ τῶν ἐμμηνίων καὶ διὰ τῆς ῥύσεως τῆς ἐπιθυμίας, μηκέτι ἐνταῦθα κατέχεσθαι αὐτόν, ἀλλὰ ὑπερβαίνειν τοὺς προειρημένους ἄρχοντας. ἔρχεσθαι δέ φασι παρὰ τὸν Σαβαὼθ καὶ πατεῖν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἀθυρογλώττως βλασφημοῦντες, καὶ οὕτως ὑπερβαί- νειν εἰς τὸ ἄνω μέρος, ὅπου ἡ μήτηρ τῶν ζώντων ἡ Βαρβηρὼ ἤτοι καὶ Βαρβηλώ, καὶ οὕτως τὴν Ψυχὴν σῴζεσθαι. ἔχειν δὲ καὶ τρίχας ὡς γυναικὸς τὸν Σαβαὼθ λέγουσιν οἱ τάλανες, νομίζοντες τὸ ὄνομα τὸ Σαβαὼθ ἄρχοντά τινα εἶναι, οὐκ εἰδότες ὅτι ὅπου λέγει »τάδε λέγει κύριος Σαβαώθ‘, οὐκ ὄνομά τινος εἶπεν, ἀλλ' ὄνομα δοξολομίας τῆς θεότητος. Σαβαὼθ γὰρ ἑρμηνεύεται ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου κύριος τῶν δυνάμεων· ὅπου γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ τὸ Σαβαὼθ ἄνομά ἐστι γεγραμμένον, δύναμιν ὑποφαίνει, ὅθεν ὁ Ἀκύλας πανταχοῦ τὸ »Ἀδωναϊ Σαβαώθ‘ ἑρμηνείεν λέγων »κύριος στρατιῶν«. οὑτοι δὲ κατὰ πάντα τρόπον ἐμμανέντες κατὰ τοῦ αὐτῶν δεσπότου τὸν μὴ ὄντα ζητοῦσι καὶ τὸν ὄντα ἀπολωλέκασι, μᾶλλον δὲ ἑαυτοὺς ἀπώλεσαν.