Ancient Greek
11.1 to 11.6
Epiphanius, Panarion (Adversus haereses) 11.1-5-6
Not analysed yet
11. Ταῦτ᾿ ἤδη ὑπὲρ τὸ ἰοὺ ἰοὺ καὶ τὸ φεῦ καὶ ὑπ]ρε πᾶσαν τραγικὴν <ἐκ>φώνησιν καὶ σχετλιασμόν ἐστι, τῖς γὰρ οὐκ ἂν μισήσειεν τὸν ψευσμάτων †κακοσύνθετον ποιητήν, τὴν μὲν ἀλήθειαν ῥῶν εἴδωλον ὑπὸ Μάρκου γεγονυῖαν καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασιν κατεστιγμένην. νεωστὶ πρὸς τὸ ἀπ᾿ ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ πρώην, Ἕλληνες ὁμολογοῦσιν ἀπὸ Κάδμου πρῶτον ἓξ καὶ δέκα παρειλη- φέναι, εἶτα μετέπειτα προβαινόντων τῶν χρόνων αὐτοὶ ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ διπλᾶ, ἔσχατον δὲ πάντων Παλαμήδην φασὶ τὰ μακρὰς τούτοις προστεθεικέναι. πρὸ τοῦ οὖν <παρ᾿> Ἕλλησι ταῦτα οὐκ ἦυν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατὰ σέ, Μάρκε, μεταγενέστερον μὲv Κάδμου καὶ τῶν πρὸ αὐτοῦ, μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστεθεικότων στοιχεῖα, μεταγενέστερον δὲ καὶ σαυτοῦ. σὺ γὰρ μόνος <ὡς> εἴδωλον κατήγαγες τὴν ὑπὸ σοῦ λεγομένην Ἀλήθειαν. Τίς δ᾿ ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγήν, ἣ τὸν ἀνονόμαστον ὀνομάζει καὶ τὸν ἄρρητον ἐξηγεῖται καὶ τὸν ἀνεξιχνίαστον ἐξιστοτεῖ καὶ ἠνοιχέναι τὸ στόμα φησὶν αὐτόν, ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις, καὶ προενέγκασθαι Λόγον, ὡς ἓν τι τῶν συνθέτων ζᾠων· τὸν τε Λόγον αὐτοῦ, ὅμοιον ὄντα τῷ προβαλόντι καὶ μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ τεσσάρων· ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φᾐς, στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. ἢ πάλιν τίς ἀνέξεταί σου εἰς σχήματα καὶ ἀριθμούς, ποτὲ μὲν πριάκοντα, ποτὲ δὲ εἰκοστιτέσσαρα, ποτὲ δὲ ἓξ μόνον, συγκλείοντος τὸ τῶν πάντων κτιστὴν καὶ δημιουργὸν καὶ ποιητὴν Λόγον τοῦ θεοῦ, κατακερματίζοντός <τε> αὐτὸν εἰς συλλαβὰς τέσσαρας, στοιχεῖα δὲ τριάκοντα, καὶ τὸν μὲν πάντων κύριον,