# Panarion (Adversus haereses) 11.1-6-5

Epiphanius, Panarion (Adversus haereses), 11.1 to 11.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/11.1-6

Ὅτῳ φίλον ἐστὶ τὰς τοῦ ἀπατηλοῦ Μαρκίωνος νόθους ἐπινοίας ἀκριβοῦν καὶ τὰς ἐπιπλάστους τοῦ αὐτοῦ βοσκήματος μηχανὰς διαγινώσκειν, τούτῳ τῷ συλλελεγμένῳ πονήματι ἐντυχεῖν μὴ κατοκνείτω. ἐκ γὰρ τοῦ παρ’ αὐτῷ εὐαγγελίου τὰ πρὸς ἀντίρρησιν τῆς πανούργου αὐτοῦ ῥᾳδιουργίας σπουδάσαντες παρεθέμεθα, ἵν᾿ οἱ τῷ πονήματι ἐντυχεῖν ἐθέλοντες ἔχωσι τοῦτο γυμνάσιον ὀξύτητος, πρὸς ἔλεγχον τῶν ὑπ᾿ αὐτοῦ ἐπινενοημένων ξενολεξιῶν. ὁ μὲν γὰρ χαρακτὴρ τοῦ κατὰ Λουκᾶν † σημαίνει τὸ εὐαγγέλιον· ὡς δὲ ἠκρωτηρίασται μήτε ἀρχὴν ἔχον μήτε μέσα μήτε τέλος, ἱματίου βεβρωμένου ὑπὸ πολλῶν σητῶν ἐπέχει | τὸν τρόπον. εὐθὺς μὲν γὰρ έν τῇ ἀρχῇ πάντα τὰ ἀπ᾿ ἀρχῆς τῷ Λουκᾷ πεπραγματευμένα τουτέστιν ὡς λέγει »ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν« καὶ τὰ ἑξῆς καὶ τὰ περὶ τῆς Ἐλισάβετ καὶ τοῦ ἀγγέλου εὐαγγελιζομένου Μαρίαν τὴν παρθένον, Ἰωάννου τε καὶ Ζαχαρίου καὶ τῆς ἐν Βηθλεὲμ γεννήσεως, γενεαλογίας καὶ τῆς τοῦ βαπτίσματος ὑποθέσεως — ταῦτα πάντα περικόψας ἀπεπήδησεν καὶ ἀρχὴν τοῦ εὐαγγελίου ἔταξε ταύτην »ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος« καὶ τὰ ἑξῆς.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
