Ancient Greek
11.1 to 11.6
Epiphanius, Panarion (Adversus haereses) 11.1-8-6
Not analysed yet
11. Ἀλλὰ ἐρεῖς μοι, πῶς οὖν ἀνὴρ αὐτῆς ἐκέκλητο, εἰ μὴ ἔσχε ταύτην; ὁ δὲ ταῦτα ἀμφιβάλλων ἀγνοεῖ τὰ κατὰ τὸν νόμον, ὅτι ἐξότε ὀνομάζεται γυνὴ ἀνδρί, κἄν τε παρθένος εἴη κἄν τε ἐν οἴκῳ πατρὸς ἔτι ὑπάρχει, γυνὴ τοῦ ὠνομασμένου λέγεται ἡ τοιαύτη· τούτου ἕνεκεν ὁ ἅγιος ἄγγελός φησι »μὴ φοβηθῇς παραλαβεῖν τὴν γυναῖκά σου«. καὶ ἵνα μή τις νομίσῃ ὅτι πλάνη τις <ἐστὶν> ἐν τοῖς εὐαγγελίοις —ἔκπληκτον γὰρ τὸ μυστήριον καὶ ἡ διήγησις ὑπὲρ ἄνθρωπον, μόνοις δὲ τοῖς υἱοῖς τοῦ ἁγίου πνεύματός ἐστι πᾶσα λεία τε καὶ πεφωτισμένη —,<φησί> »ἦν ὡς ἐτῶν τριάκοντα, ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσὴφ τοῦ Ἠλὶ τοῦ Ματθάν«, καὶ ἀναφέρει τὴν γέννησιν ἐπὶ τὸν Ἀβραάμ, ὅθεν καὶ ὁ Ματθαῖος ἐνήρξατο, ὑπερβαίνει δὲ τὸν Νῶς καὶ φθάνει ἐπὶ τὸν Ἀδάμ, ἵνα τὸν ἀπὸ πρώτης πλασθέντα σημάνῃ, ζητούμενον διὰ τοῦ ἀπὸ τοῦ φυράματος αὐτοῦ ἐλθόντος τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας. ἦλθε γὰρ δι᾿ ἐκεῖνον τόν ποτε πλασθέντα καὶ τοὺς ὑπ᾿ αὐτοῦ γεγεννημένουσ, θέλοντας ζωὴν αἰώνιον κληρονομῆσαι· ὑπερβὰς δὲ τὸν Ἀδὰμ λέγει »τοῦ θεοῦ«. ἐντεῦθεν λοιπὸν ἦν φανερώτατον ὅτι τοῦ μὲν θεοῦ ἦν υἱός, διὰ δὲ τοῦ σπέρματος τοῦ Ἀδὰμ κατὰ διαδοχὴν ἐν σαρκὶ παρεγένετο. ἀλλὰ οὐκ ἔσχον πάλιν φωτισμὸν οἱ πεπλανημένοι, ἀντέλεγον δὲ τῷ λόγῳ, ἑαυτοὺς πλανῶντες<καὶ τὸ ψεῦδος ἀγαπῶντες> ὑπὲρ τὴν ἀλήθειαν. ἔφασκον δὲ ὅτι ἱδοὺ ἰδοὺ τρίτον εὐαγγέλιον τὸ κατὰ Δουκᾶν. τοῦτο γὰρ ἐπετράπη τῷ Δουκᾷ, ὄντι καὶ αὐτῷ ἀπὸ τῶν ἐβδομήκοντα δύο τῶν διασκορπιδθέντων ἐπὶ τῷ τοῦ σωτῆρος λόγῳ, διὰ δὲ Παύλου τοῦ ἁγίου πάλιν ἐπανακάμψαντι πρὸς τὸν κύριονν ἐπιτραπένται τε αὐτοῦ κηρῦξαι τὸ εὐαγγέλιον.