Ancient Greek
11.8 to 11.10
Epiphanius, Panarion (Adversus haereses) 11.8-2-10
Not analysed yet
καὶ ὅρα πῶς πάντες οἱ παλαιοῖ Χριστὸν κατήγγελλον καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν καὶ αὐὸνν ὡμολόγησαν, Μοντανὸς δὲ εἰσέρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ´ αὐτοῦ ἀπέσταλται οὔτε παρ´ αὐτοῦ τι εἴληφεν. Εἶτάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπ΄΄αριονΜοντανὸς ὅτι «οὔτε ἄγγελος οὔτε πρέσβυς, ἀλλ᾿ ἐγὼ κύριος ὀ θεὸς πατήρ ἦλθον«. ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὤν, Χριστὸν μὴ δοξάζων, ὅν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν ἐν ἀληθείᾳ ἐδόξασεν. εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ »μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἡσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει« κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ᾿ ἑαυτὸν καὶ πατέρα λέγει.