# Panarion (Adversus haereses) 11.9-2-13

Epiphanius, Panarion (Adversus haereses), 11.9 to 11.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/11.9-2

οὐκοῦν καὶ κατὰ τοῦ σωτῆρος ἐξοπλίζῃ συκοφαντῶν πάλιν ῥήματα καὶ εἴποις ἂν τοῦτον μὴ εἶναι ἀγαθόν καίτοι γε ἐκ πατρὸς ἀγαθοῦ γεγεννημένον καὶ ἀγαθὸν ὄντα), ἀλλὰ δίκαιον καὶ οὐθ᾿] ἕτερον παρὰ τὸν πατέρα. δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας, ὠ οὺτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν. καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἴνα διὰ τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι. καὶ γὰρ τῷ ὄντι »ἐκείνοις τυπικῶς συνέβαινεν, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὕς τὰ τέλη τῶν αἰώνων κατήντησεν«, > φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου καὶ τῶν ἄλλων. εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα ἔφερες ὴμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ήπατημένοις.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
