# Panarion (Adversus haereses) 12-2

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Πτολεμαϊτῶν ιݲγݲ, τῆς δὲ ἀκολουθίας λݲγݲ., Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/12-2

12. Νομίζω δὲ καὶ ἐν τῷ παρόντι ἱκανῶς πρὸς τάς σου λέξεις, ὦ ἀγύρτα, εἰρῆσθαι, ὦν ποιήσας τὸν ἔλεγχον ἐπὶ τὰς ἐξῆς αἱρέσεις βαδιοῦμαι, τὸν αὐτὸν θεὸν συνήθως ἐπικαλούμενος ἐπικουρῆσαι τῇ ἡμῶν μετριότητι εἰς τὸ φωρᾶσαι ἑκάστης αἱρέσεως παραπεποιημένης τὸν ἔλεγχον. ὅτι μὲν γὰρ συρίγμασιν ἑαυτοῦ, ὡς ἀπὸ θαλάσσης ἀνελθὼν καραρίας καὶ ἔχιδναν προκαλούμενος, τὴν Φλώραν διὰ τῶν γραμμάτων αὐτήν τε καὶ ἄλλους σὺν αὐτῇ ἠπάτησεν, δέδεικατι ἐν τοῖς εἰρημένοις· ἐν δὲ τῇ τῆς ἀληθείας σαγήνῃ ἡς τὸ αἴνιγμα ὁ κύριος ἐν τῷ εύαγγελίῳ βασιλείαν ούρανῶν άπεφήνατο ἐνειλήσαντες καἰ τῶν πονηρῶν ἰχθύων ἴνα ὄντα αύτὸν ἐλέγξαντες τῷ τὰ μοχθηρὰ ῥήματα αὐτοῦ φωρατὰ ποιῆσαι, τῇ τῆς άληθοῦς πίστεως διδασκαλίᾳ ἡττήσαμεν. ἐν τῇ τοῦ θεοῦ τοίνυν δυνάμει συντρίψαντες τοῦτον αὐτοὶ μὲν θεῷ εὐχαριστήσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς ὁμοίως ὡς προεῖπον προέρχεσθαι ἐπιβαλώμεθα. |

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
