Ancient Greek
12.1 to 12.7
Epiphanius, Panarion (Adversus haereses) 12.1-7
Not analysed yet
12. Ἄλλα δὲ μυρία παρ' αὐτοῖς πλασθέντα γραφεῖα τετόλμηται. γένναν μὲν γὰρ Μαρίας βιβλίον τί φασιν εἶναι, ἐν ᾧ δεινά τε καὶ ὀλέθρια ὑποβάλλοντές τινα ἐκεῖσε λέγουσιν. ἐκ τούτου γάρ φησι τὸν Ζαχαρίαν ἀπεκτάνθαι ἐν τῷ ναῷ, ἐπειδή φησίν, ἀπτασίαν ἑώρακε, καὶ ἀπὸ τοῦ φόβου θέλων εἰπεῖν τὴν ὀπτασίαν ἀπεφράγη τὸ στόμα. εἶδε γάρ, φησίν, ἐν τῇ ὤρᾳ τοῦ θυμιάματός τινα, ὡς ἐθυμία, ἄνθρωπον ἑστῶτα, φησίν, ὄνου μορφὴν ἔχοντα. καὶ ἐξελθόντος, φημί, καὶ θέλοντος εἰπεῖν· οὐαὶ ὑμῖν, τίνι προσκυνεῖτε; ἀπέφραξεν αὐτοῦ τὸ στόμα ὁ ὀφθεὶς αὐτῷ ἔνδον ἐν τῷ ναῷ, ἵνα μὴ δύνηται λαλῆσαι. ὅτε δὲ ἡνοίγη τὸ στόμα αὐτοῦ ἴνα λαλήσῃ, τότε ἀπεκάλυψεν αὐτοῖο καὶ ἀπέκτειναν αὐτόν. καὶ οὕτως, φησίν, ἀπέθανε Ζαχαρίας. διὰ τοῦτο γὰρ ὁ ἱερεὺς προσετάγη ὑπ' αὐτοῦ τοῦ νομοθετήσαντος, Ι φησίν, ἔχειν κώδωνας, ἱν ὅταν εἰσέρχηται ἱερατεῦσαι, τὸν κτύπον ἀκούων κρύπτηται ὁ προσκυνούμενος, ἵνα μὴ φωραθῇ τὸ ἰνδαλτικὸν αὐτοῦ τῆς μορφῆς πρόσωπον. ἔστι δὲ τὸ πᾶν τῆς εὐηθείας αὐτῶν ἐπιτήδευμα εὐθυέλεγκτον καὶ χλεύης ἔμπλεον. εἰ γὰρ ἦν ὅλως ὁρατὸς ό ἱερουργούμενος, οὐδὲ κρυβῆναι ἠδύνατο· εἰ δὲ ὅλως κρυβῆναι ἠδύνατο, οὐκέτι ἠν ὁρατός. καὶ ἑτέρως πάλιν πρὸς αὐτοὺς ῥητέον ὅτι εἰ ὁρατὸς ἡν, σῶμα ἄρα ἠν καὶ οὐκέτι πνεῦμα· εἰ δὲ πνεῦμα ἠν, οὐκέτι ἐν ὁρατοῖς ἐξετάζετι. πῶς οὑν τὸ οὐκ ἐν ὁρατοῖς ἐξεταζόμενον ἀπὸ τοῦ κτύπου τῶν κωδώνων τῆς ἑαυτοῦ συστολῆς προενοεῖτο; >γὰρ τὸ ἀόρατον κατὰ φύσιν οὐκ ἂν ὠπτά- νετο, εἰ μὴ ἤθελεν. εἰ καὶ ὤφθη δέ, οὐκέτι κατὰ ἀνάγκην ἐφαίνετο τῆς φύοντες αὐτὸν ἀγούσης εἰς τὸ φαίνεσθαι, ἀλλὰ κατὰ χάριν, οὐ φόβῳ καὶ προλήψει παρὰ προσδοκίαν ἄνευ κτύπου εἰς τὸ δῆλον καθιστῶν τὴν ἑαυτοῦ ὀπτασίαν. καὶ οὕτω κατὰ πάντα τρόπον διέπεσεν ὁ αὐτῶν φευδὴς καὶ παραπεποιημένος λόγος.