Ancient Greek
12.1 to 12.2
Epiphanius, Panarion (Adversus haereses) 12.1-4-2
Not analysed yet
12. Αὕτη ἐστὶ ἡ κατ᾿ κατ᾿ αὐτοῦ άπὸ τῶν λειψάνων τῶν παρ᾿ αὐτῷ σῳζομένων ἐκ τοῦ εὐαγγελίου ὑπόθεσις τῆς ἡμῶν πεποιημένης δι᾿ αὐτὸν πραγματείας, ὥς γε νομίζω ἱκανῶς ἐχούσης πρὸς ἀντιθεσιν τῆς αὐτοῦ ἀπάτης. ἐλεύσομαι δὲ καὶ εἰς τὰ ἑξῆς τῶν ἀποστολικῶν ῥητῶν παρ᾿ αὐτῷ ἔτι σῳζομένων καὶ δι᾿ ἡμῶν πάλιν οὕτως ἀναλελεγμένων, ν πρώτοις δὲ ἡμῖν καὶ καθ᾿ εἰρμὸν δι᾿ ὅλου οὕτως προταχθέντων <τῶν> ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς· αὔτη γὰρ παρ᾿ αὐτῷ πρώτη κεῖται.