# Panarion (Adversus haereses) 12.3.1

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/12.3.1

ἡμεῖς δὲ τὴν ἀναλογὴν τότε ἐποιηςάμεθα οὐχ ὡς κπαρ᾿ αὐτῷ <κεῖται> ἀλλὰ ὡς ἔχει τὸ ἀποστολικόν, τὴν πρὸς Ῥωμαίους τάξαντες πρώτην· ὧδε δὲ κατὰ τὸν αὐτοῦ χαρακτῆρα οὕτως παρατιθέμεθα. <Ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς.> Σχόλιον αݲ. »Μάθετε ὅτι ὁ δίκαιος ἐκ ίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσς αὐτὰ ζήσεται ἐν αὐτοῖς«. Ἔλεγος αݲ. Τό »μάθετε ὄτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται« κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα γραφῆς παλαιᾶς ἐστι δικτικά, ἅτινά ἐστι παρὰ τοῦ ἀποστόλου εἰς ἡμετέραν ζωὴν * ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν εἰρημένα περὶ καινῆς διαθήκης καὶ σύζυγα ὄντα τῆς ἡμῶν ἐλπίδος. καὶ τό »ὑπὸ κατάραν εἰσί« φησὶν ὅτι ἐν τῷ νόμῳ ἀπειλὴ ἐτύγκανε κατὰ τῆς τοῦ Ἀδὰμ παρκοῦης, ἕως ὅτε ἦλθεν ὁ ἄνωθεν ἐλθὼν καὶ ἑαυτὸν ἀπὸ τοῦ Ἀδὰμ φυράματος σῶμα ἀμφιάσας μετέβαλε τὴν κατάραν εἰς εὐλογίαν. Σχόλιον βݲ. »Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου«. »ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας«. Ἔλεγχος βݲ. Δεικνὺς πάλιν ὁ ἅγιος ἀπόστολος τὴν οἰκονομίαν τὴς ἐνςάρκου παρουςίας καὶ τοῦ σταυροῦ ἐπὶ τῇ λύσει τῆς κατάρας γινομένην, ταύτη δὲ προγεγράφθαι ἐν τῷ σντῆρι, ἐπέδειξε σαφῶς ὅτι οὐκ ἀλλότριος ὁ νόμος τοῦ σντῆρος. ἐπροφήτευσε γὰρ καὶ ἐμαρτύρησε τοῖς ὐτ᾿ αὐτοῦ μέλουσι γίνεσθαι. Σχόλιον γݲ. »Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιττμημένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι«. Ἔλεγχος γݲ. Τό »ὀφειλέτης ἐστίν« οὐκέτι ὡς περὶ ἀπειρημένου λέγει, ἀλλὰ παρὶ βαρυτέρου φορτίου δυναμένου ἐλαφρυνθῆναι, ἑνὸς δὲ ὄντος δεστότου, δυναμένου καὶ βαρύνειν καὶ ἐλαφρύνειν διὰ τῆς προαιρέσεως τῶν μὴ παραιτησαμένων καταδέξασθαι τὴν διὰ τῆς χάριτος αὐτοῦ ἐν τῇ ἐνςάρκῳ αὐτοῦ παρουςίᾳ σωτηρίαν. Σχόλιον δݲ. Ἀντὶ τοῦ »μικρὰ ζύμη ὄλον τὸ φύραμα ζυμοῖ« ἐποίησεν »δολοῖ«. Ἔλεγχος δݲ. Ἵνα μηδὲν ἀληθὲς παρ᾿ αὐτῷ εὑρεθείη, οὐδαμοῦ σχεδὸν ἄνευ ῥᾳδιουρτγίας ταῖς γραφαῖς προσενήνεκται. ἀλλὰ ἀπ᾿ αὐτῆς τῆς ἀκολουθίας ἡ φανέρωσις τοῦ λόγου γίνεται· ἡ γὰρ ζύμη τὸ εἶδος φυράματος ἔργον καὶ ἀπὸ τοῦ ψυράματος τὸ ζυμοῦσθαι, καὶ οὐκ ἂν ἐν τοῖς πρωτοτύποις τὸ εἶδος ἠφάνιζεν ὁ συνετῶς τὴν παραβολὴν τοῦ αἰνίγματος ποιηςάμενος. Σχόλιον εݲ. »Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πληςίον σου ὡς σεαυτόν«. Ἔλεγχος εݲ. Τίς ἐστι χρεία τῷ ἁγίῳ ἀποστόλῳ νόμῳ χρῆσθαι, εἰ ἀπηλλοτρίωτο ἡ καινὴ διαθήκη τῆς παλαιᾶς νομοθεςίας; ἀλλ᾿ ἵνα δείξῃ ὅτι τοῦ ἑνὸς θεοῦ αἱ δύο διαθῆκαι καὶ ἡ συμφωνία κατὰ τὸ πληρωτικὸν τοῦ νόμου διὰ τῆς ἀγάπης τοῦ πληςίον ἰσορρόπς ἐν ταῖς δύο διαθήκαις γνωρίζεται, τὸ τέλε ι ον ἐργαζομένης [τὸ] ἀγαθόν, νόμου τελείωσιν εἶπεν εἶναι τὴν ἀγάπην. Σχόλιον ϛݲ. »ΦανερᾺ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρςία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοσταςίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οῦ κληρονομήσουσιν«. Ἔλεγχος ϛݲ. Ὦ θαυμαςίων μυστηρίων καὶ ἀντιθέτων * θεοῦ ὑποδειγμάτων. τῇ γὰρ σαρκὶ περιῆψε τὰ πάντα δεινά. ἡ σὰρξ δὲ οὐκ ἀεὶ ἦν, ἀλλὰ ἐν τῇ ἕκτῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τοῦ Ἀδὰμ πλασθέντος, ἐγένετο ἡ σάρξ· ἔκτοτε ἔσχε τὴν ἀρχήν, φημὶ ἀπὸ τῆς πλάσεως, ἵνα ἐλεγχθῶσιν οἱ λέγοντες ἀεὶ καὶ ἐξ ἀρχῆς εἶναι τὸ κακόν. καὶ γὰρ οὔτε ἐξότε ἐπλάσθη ἡ σὰρξ ἥμαρτεν, ἵνα μὴ ὁ πλάστης αἴτιος νομισθῇ ἁμαρτίας, πλάσας σάρκα ἁμαρτωλήν, οὔτε προῦτῆρχε τοῦ πλάσματος τὸ κακόν. μετὰ χρόνον δὲ ἐν παρακοῇ ὁ Ἀδὰμ γε- γονώς, <ὡς> ἔχων τὸ αὐτεξούσιον προαιρέσει ἰδίᾳ ἀφ᾿ ἑαυτοῦ τὴν ἁμαρτίαν εἰς ἑαθτὸν διανοηθεὶς ἔπραξε, φημὶ δὲ τῆν ἀθέτησιν τοῦ αὐτοῦ δεστπότου διὰ τῆς παρακοῆς ποιηςάμενος. ποῦ τοίνυν ἦν τὸ κακόν, πρὶν ἢ τὴν σάρκα εἶναι; πῶς δὲ εὐθὺς πλασθεῖσα οὐ τὸ κακὸν εἰργάσατο, ἀλλὰ χρόνῳ μετέπειτα;ἄρα γοῦν ἀνῄρηται ὀ περὶ τῆς κακίας ἀρχῆς λόγος. οὐ γὰρ δύναται ἀρχαΐζεινμ, ἐπειδὴν ἐν τῇ σαρκὶ τῇ μεταγενεστέρᾳ τὸ γίνεσθαι ἔχει ἡ κακία ἢ μὴ γίνεσθαι καὶ οὔτε ἡ σὰρξ πάλιν ἀκληρονόμητός ἐστι τῶν ἐπουρανίων καὶ μή τις λάβηται τοῦ ἁγίου ἀποστόλου εἰπόντος »σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν«. οὐ γὰρ πᾶσαν σάρκα αἰτιᾶται. πῶς γὰρ αἰτιαθήσεται σὰρξ ἡ μὴ πράξασα τὰ προειρημένα; καὶ ἐξ ἑτέρων δὲ ἀποδείξεων παραστήσω τὸ ζητούμενον. »τίς. γάρ φησιν, ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;« πῶς οὐ κληρονομήσει Μαρία ἡ ἁγία μετα σαρκὸς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ μὴ πορνεύσασα μὴ ἀσελγήσασα μὴ μοιχευθεῖσα μηδέ τι τῶν ἀνηκέστων σαρκὸς ἔργων ἐργασαμένη, ἀλλὰ ἄχραντος μείνασα; οὐκ ἄρα τοίνυν περὶ σαρκὸς λέγει μηὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, ἀλλὰ περὶ σαρκικῶν ἀνθρώπων τῶν τὰ φαῦλα διὰ τῆς σαρκὸς παρτόντων, ἅτινά ἐστι πορνεία, εἰδωλολατρία καὶ τὰ τούτοις ὅμοια. καὶ ἐξ ἅπαντος ἐλήλεγκταί σου ἡ σκευωρία, ὦ Μαρκίων πεπλανημένε, τῆς ἀληθείας πάντῃ προλαβούσης καὶ τὸ στερεὸν τοῦ κηρύγματος τῆς ζωῆς ἀσφαλιζομε;νης. Σχόλιον ζݲ. »Οἱ δὲ τοῦ χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις«. Ἔλεγχος ζݲ. Εἰ ἐσταύρωσαν καὶ τὴν σάρκα οἱ τοῦ Χριστοῦ, ὦ Μαρκίων, δῆλον οὖν ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι σὺν ταῖς ἐπιδυμίαις καὶ τοῖς παθήμασι καθαρὰν τὴν σάρκα ἀπέδειξαν καὶ ἐμιμήσαντο τὸν Χριστόν, δείξαντες αὐτὸν σ;ρκα ἐσταυρωκέναι. διὸ καὶ αὐτοὶ τὰ ἴσα τῷ δεσπότῃ αὐτῶν φρονήσαντες τὴν σάρκα ἐσταύρωσαν. καὶ εἰ τὴν σάρκα ἐσταύρωσαν, ἀνένδεκτον τὴν σάρκα ὑπὲρ Χριστοῦ παροῦσαν μὴ σὺν Χριστῷ βασιλεύειν, καθὼς καὶ ἐν ἄλλῳ ῥητῷ δεικνυσιν ὁ ἅγιος ἀπόστολος λέγων ὅτι »καθάπερ κοινωνοί ἐστε τῶν παθημάτων τοῦ Χριστοῦ, οὕτως καὶ τῆς δόξης«. Σχόλιον ηݲ. »Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν«. Ἔλεγχος ηݲ. Οὐκ ἀπηγόρευτο τοίνυν ἡ προτέρα περιτομὴ ἐν τῷ ἰδίῳ καιρῷ, εἰ νόμον ἐφύλαξε. νόμος δὲ Χριστὸν κατήγγελλεν ἐρχόμενον νόμον ἐλευθερίας παρασχέσθαι, καὶ οὐκέτι ἡ περιτομὴ ἐν σαρκὶ τῷ χρόνῳ τοῦ Χριστοῦ ἐξυπηρετήσειεν· ἦλθεν γὰρ ἡ διὰ Χριστοῦ ἀληθινή, ἧς τύπος ἐκείνη ἦν. οἱ δὲ ἔτι ἐν ἐκείνῃ σφραγιζόμενοι, κἄν τε πάντα τὸν νόμον φυλάξωσιν, οὐκέτι αὐτοῖς λογισθήσεται νόμου φύλαξις· ἐπεδιδὴ γὰρ ὁ νόμος ἔλεγεν περὶ Χριστοῦ ὅτι »προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν μου ὡς ἐμέ, αὐτοῦ ἀκούσετε«. αὐτῶν δὲ τοῦ Χριστοῦ μὴ ἀκουσάντων, »ἡ περιτομὴ ἀκροβυστία αὐτοῖς γίνεται« καὶ ἡ φύλαξις τοῦ νόμου οὐκέτι φύλαξις. καλὸς τοίνυν ὁ νόμος καὶ καλὴ ἡ περιτομή, ἀφ᾿ οὗ καὶ ἀφ᾿ ἧς ἔγνμεν Χριστὸν καὶ τὸν ἐντελέστερον αὐτοῦ νόμον καὶ τὴν ἐντελεστέραν αὐτοῦ περιτομήν. Ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς <αݲ>· αὕτη γὰρ παρ᾿ αὐτοῖς δευτέρα καὶ παρ᾿ ἡμῖν. αݲ καὶ θݲ σχόλιον. »Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω«. αݲ καὶ θݲ ἔλεγχος. Εἰ ἀπὸ τῶν γεγραμμένων ἐν τοῖς προφήταις ἀναλέγεται ὁ ἀπόστολος μαρτυρίας εἰς παράστασιν ἀληθείας καὶ ἀγαθῆς διδασκαλίας, οὐκ ἀλλότριοι οἱ προφῆται τῆς ἀληθείας καὶ τοῦ ἀγαθοῦ θεοῦ καὶ τῆς ἀγαθῆς αὐτοῦ διδασκαλίας. βݲ καὶ ιݲ σχόλιον. »Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω«. βݲ καὶ ιݲ ἔλεγχος. Εἰ ἐπαινετὸς ὑπάρχει ὁ καυχώμενος ἐν κυρίῳ παρὰ τῷ προφήτῃ, κύριον δὲ οἶδεν τὸν θεὸν τοῦ νόμου τὸν παρὰ σοί, ὦ Μαρκίων, καὶ κριτὴν καὶ δημιουργὸν καὶ δίκαιον καλούμενον, οὐκ ἄλλος ἐστὶν οὗτος παρὰ τὸν τοῦ Χριστοῦ πατέρα, οὗ μαθητὴς ὑπάρχει Παῦλος· ἐπειδήπερ ἀπὸ τῆς τοῦ προφήτου διδασκαλίας ὁ διδάσκαλος κατασταθεὶς τῶν ἐθνῶν ὑπὸ Χριστοῦ Παῦλος ἀπὸ τῶν ὁμοίων καὶ τῶν αὐτῶν διδασκαλιῶν ἀνιμώμενος ὡς καθαρὸν ὕδωρ ἀρδεύει ἣν πεπίστευται ἐκκλησίαν. γݲ καὶ ιݲαݲ σχόλιον. »Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων«. γݲ καὶ ιݲαݲ ἔλεγχος. Εἰ ἄρχοντες τοῦ αἰῶνος τούτου πολλοί, καταργοῦνται δὲ οἱ τοιοῦτοι, ἀναγκασθήσῃ, ὦ Μαρκίων, οὐκέτι τριῶν ἀρχῶν ζητεῖν τὰς ῥίζας, ἀλλὰ ἐρυνῆσαι αυτῷ ἄλλον μῦθον πολλῶν ἀρχῶν καὶ πολλῶν ῥιζῶν καὶ πολλῆς τραγῳδίας. καὶ ὅταν συκοφαντῶν πλάσῃς (οὐ γὰρ εὕροις), συναντήσει σοι τό »καταργουμένων«· ἐκ δὲ τοῦ λόγου τοῦ λέγοντος »καταργουμένων« ἀναιρεθήσεται ἡ παρὰ σοῦ φανταζομένη ἄναρχος τῶν ἀρχῶν ῥίζα. πᾶν γὰρ τὸ λῆγον οὐ ἀίδιον ὑπάρχει, ἀλλὰ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, εἰ μή τι ἂν θέλοι τὸ ὄν, αἴτιον γενόμενον τοῦ μὴ ποτὲ ὄντος, ἀρξαμένου δε τοῦ εἶναι. τὸ δὲ ὃν ἐστὶν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα· τὸ δὲ μὴ ὂν ἐστὶ πάντα τὰ κεκτισμένα, ἀρχὴν ἐσχηκότα τοῦ εἶναι, ἐν οἷς καὶ τὸ λεγόμενον κακὸν καὶ ὂν κακόν, ἀπὸ ἀνθρώπων ἀρξάμενον τῶν γενομένων οὐ ὄντων ποτέ· ἀρχὴν δὲ τοῦ κακοῦ ἐσχηκότος, ἐξότε καὶ ὁ ἄνθρωπος ὁ οὐκ ὢν ποτε * οὐκέτι ἔσται τὸ κακόν. ἀναμφιβόλως γὰρ ἀναιρεθήσεται, διὰ τὸ μὴ συνευδοκεῖν τὸν ὄντα τῷ ἀρχὴν ἐσχηκότι κότι καὶ ἐν φαύλοις ἑαυτὸν καταστήσαντι· παυθήσεται γὰρ μετὰ τὴν ἀνάστασιν, οὐ μόνον ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ νόμου κηρύξεως καὶ πρὸ τοῦ δὲ νόμου ἀπὸ πολλῶν τῶν κατὰ τὸν φυσικὸν νόμον πεπολιτευμένων καὶ ἔτι γε περισσοτέρως ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας, τελειότατα δὲ ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐπειδή »σπείρονται ἐν φθορᾷ, ἐγείρονται ἐν ἀφθαρσίᾳ«, μηκέτι τὸ κακὸν ἐργαζόμενοι, μηκέτι ἀποθνῄσκοντες. καὶ ὅτι δὲ παυθήσεται, μαρτυ- ρήσει ὁ αὐτὸς λόγος τοῦ ἀποστόλου φάσκων »τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων«. καὶ ἀνῄρηται πανταχόθεν ἡ κατὰ σέ, ὦ Μαρκίων, ὑπόθεσις, φαντασιώδης τις οὖσα καὶ ψευδὴς καὶ ἄστατος καὶ ἄλογος. δݲ καὶ ιݲβݲ σχόλιον. »Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταισι«. δݲ καὶ ιݲβݲ ἔλεγχος. Τό »γέγραπται« εἰς χρῆσιν προφεφόμενον καὶ τό »γινώσκει κύριος« ὁμολογούμενον, οὐκ ἀλλότριον ὑπάρχει τῷ ἀναλεξαμένῳ τὸ ῥητὸν τοῦ λόγου, φημὴ δὲ τῷ ἀγίῳ ἀποστόλῳ, παρ᾿ ᾧ ἡ χρῆσις ἐμφέρεται. ἐξ ἧς χρήσεως ὁ χαρκτὴρ φανεῖται οὐκ ἀλλότριος τοῦ κηρύγματος τοῦ ἀποστόλου ἀπὸ τῆς παλαιᾶς διαθήκης, ὅθεν αὐτῷ ἡ μαρτυρία συνέστη. εݲ καὶ ιݲγݲ σχόλιον. »Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἡμῶν ἐτύθη Χριστος«. εݲ καὶ ιݲγݲ ἔλεγχος. Εἰ Πάσχα ὁ ἀπόστολος ὁμολογεῖ καὶ τυθέντα τὸν Χριστὸν οὐκ ἀρνεῖται, οὐκ ἀλλότριον τὸ Πάσχα τοῦ Χριστοῦ, τοῦ κατὰ νόμον Πάσχα πρόβατον θύοντος ἀληθινῶς καὶ οὐ δοκήσει, οὗ προβάτου τύπος ἦν ὁ οὐ δοκήσει θυόμενος Χριστὸς οὐ]δε ἄνευ σαρκὸς πάσχων. πῶς γὰρ ἠδύνατο πνεῦμα θύεσθαι; δῆλον <ὅτι> οὐκ ἠδύνατο. μὴ δυναμένου δὲ ἄνευ σαρκὸς τυθῆναι, τυθέντος δὲ ἐν ἀληθείᾳ, ὡς ὁμολογεῖται διὰ τῆς τοῦ ἀποστόλου ἀναμφιλέκτου μαρτυρίας, *. οὐκοῦν ἐκ παντὸς σαφῶς ἀποδέδεικται οὐκ ἀλλότριος ὁ νόμος, τύπῳ φερόμενος χρόνῳ ἄχρι τοῦ ἐντελεστέρου καὶ ἐναργοῦς προβάτου τυθέντος ἐν ἀληθείᾳ Χριστοῦ, οὗ προῆγεν ἐν τοῖς παλαιοῖς χρόνοις [ἄλλοις] θυόμενον τὸ πρόβατον τὸ αἰσθητόν. »ἡμῶν δὲ τὸ Πάσχα ἐτύθη Χριστός«. ςݲ καὶ ιݲδݲ σχόλιον. »Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησιν, οἱ δύο εἰς σάρκα μίαν«. ςݲ καὶ ιݲδݲ ἔλεγχος. Εἰ οὐκ ἀληθὴς ὁ νόμος, τίνιτῷ λόγῳ οἱ ἀληθεῖς τὰς μαρτυρίας ἀπὸ τοῦ νόμου λαμβάνουσιν; ὧν εἷς ὑπάρχει ὁ ἅγιος θεοῦ ἀπόστολος Παῦλος, ὁ τὴν μαρτυρίαν ταύτην μετὰ καὶ πολλῶν ἄλλων λαβὼν εἰς ἐναργῆ παράστασιν ἀλθείας καὶ κηρύγματος τοῦ ἀγαθοῦ θεοῦ. ζݲ καὶ ιݲεݲσχόλιος. Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ »ἐν νόμῳ« λέγει »εν τῷ Μωυσέως νόμῳ«. λέγει δὲ πρὸ τούτου »ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει«. ζݲ καὶ ιݲεݲ ἔλεγχον. Κἄν τε ἐν τῇ δευτέρᾳ ἀποφάσει ἀλλάζῃς τὸ εἶδος, ὦ Μαρκίων, καὶ νομίσῃς ἀπὸ τοῦ πεποιηκέναι σε »ἐν τῷ νόμῳ Μωυσέως« ἀπαλλοτριοῦν διὰ τοῦ »Μωυσέως« θεοῦ τὸν νόμον, ἄνωθεν ὁ σύνδεσμος ἐλέγχει σου τὴν ἀφροσύνην, τό »ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει · ἐν γὰρ τῷ νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα«. οὐδὲν δὲ ἡμᾶς ἠδίκησας, κἄν τε προσθείης τὸ ὄνομα Μωυσέως, ἀλλὰ ἡμᾶς μὲν ὠφέληας, κατὰ σαυτοῦ δὲ τὴν μαρτυρίαν ἔσφιγξας πανταχόθεν τε ὡμολόγησας ἀγνοῶν, τοῦ θεοῦ εἶναι τὸν Μωυσέως νόμον ἀπὸ τοῦ »ἐν τῷ νόμῳ Μωυσέως« καὶ »ὁ νόμος λέγει«. ἐπακολουθεῖ γὰρ ὁ ἀπόστολος συντιθέμνος ἐν τῷ μετέπειτα εἰρηκέναι »μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ πάντως δι᾿ ἡμᾶς εἴρηκεν«. εἰ δὲ διὰ τοὺς ἀποστόλους εἴρηκεν ὁ νόμος, καὶ ὁ ἐν τῷ νόμῳ θεὸς λαλήσας ἐπιμελεῖται ἄρα τῶν ἀποστόλων τοῦ Χριστοῦ ἐν τῷ μὴ φιμοῦν αὐτοὺς παρακελεύεσθαι, ἤτοι τοῦ λαλεῖν τὴν τοῦ Χριστοῦ αὐτοῦ διδασκαλίαν ἤτοι τὴν ἐφήμερον τροφὴν παρὰ τῶν λαῶν ἀνενδεῶς αὐτοὺς ἔχειν. οὐκ ἄρα ἀλλοτρίους τοὺς ἀποστόλους ἑαυτοῦ τῆς θεότητος οἶδεν οὐδὲ οἱ ἁπόστολοι ἀλλότριον αὐτὸν θεὸν ἡγοῦνται. εἰ ἧσπερ ὑπὲρ πάντων μαρτυρίαν ὁ ἅγιος ἀπόστολος ἀποστόλους φήσας »μὴ περὶ τῶν βοῶν μέλει τῷ θεῷ; ἀλλὰ διὰ τοὺς εἴρηκεν«. καὶ εἰ διὰ τοὺς ἀποστόλους εἴρηκε, κτιστὴς δέ ἐστιν ἀνθρώπων καὶ κτηνῶν, ἐξ ὧν βόες τε καὶ στρουθοί, ἑρπετά τε καὶ κνώδαλα, ἐνάλιά τε καὶ τὰ ἄλλα, ἄρα μέλει αὐτῷ περὶ πάν- των κατὰ τὴν ἑκάστου ἀναλογίαν. καὶ μέλει μὲν αὐτῷ περὶ πάντων ἐν τῷ λέγειν »ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε« καὶ ἐν τῷ εἰρηκέναι »τίς δέδωκε κόρακι βοράν;« καὶ »νεοσσοὶ κοράκων πρὸς κύριον κεκράγασι τὰ σῖτα ζητοῦντες« καί »δώσεις τὴν τροφὴν εὔκαιρον τοῖς πᾶσιν«. ἀλλὰ οὐκ ἐν τῷ ἀλοᾶν τοὺς βοῦς παρεκελεύετο μὴ φιμοῦν βοῦν ἀλοῶντα, ἐπεὶ ἐδείκνυεν ἂν μὴ δύνασθαι τὸν θεὸν τρέφειν αὐτοῦ τὴν κτίσιν ἄλλως εἰ [καὶ] μὴ διὰ τῆς <ὑπὸ> τῶν ἀνθρώπων τοῖς κτήνεσιν ἐπικουρουμένης τροφῆς. ἔδειξε δὲ ὁ ἅγιος ἀπόστολος οὐ δι᾿ ἀπροίαν τροφῆς τὸν θεὸν διὰ τοῦ ἀλοητοῦ ἐπιμέλεσθαι βοῶν ἐν τῷ παρακελύεσθαι μὴ φιμοῦν τοὺς τοιούτους, ἀλλὰ διὰ τοῦ αἰνίγματος περὶ τῶν ἀποστόλων σημαίνεσθαι τὴν σχέσιν. † τῶν γὰρ κατὰ τὸ αἰσθητὸν πάντων ποιεῖται τὴν πρόνοιαν καὶ ὁμοίως μέλει αὐτῷ περὶ πάντων. οὐ γὰρ ἀντιθέτως ὁ ἀπόστολος πρὸς τὸν σωτῆρα ἔγραφεν, ἵνα οὕτως προφασίσωνται οἱ πολλοί. μικρότερα γὰρ τῶν βοῶν τὰ στρουθία, περὶ ὧν ὁ σωτὴρ ἔλεγεν ὅτι »πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο« καὶ πάλιν »οὐχὶ δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνός;«. εἰ οὖν δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνὸς καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὁμοῦ μὲν πάντων προνοεῖ, τῶν δὲ μειζόνων ἐπιμελεῖται κατὰ τὸ μεῖζον εἶδος τῆς πνευματικῆς ἀκολουθίας. ὥστ᾿ οὖν ἐκ παντὸς ὁμολογεῖται τὸν αὐτὸν ποιητὴν καὶ δημιουργὸν καὶ νομοθέτην παλαιᾶς καὶ καινῆς διαθήκης ὄντα, θεὸν ἀγαθόν τε καὶ δίκαιον καὶ τῶν πάντων κύριον. ιݲ καὶ ιݲςݲ σχόλιον. »Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;« ηݲ καὶ ιݲςݲ ἔλεγχος. Ἤδη διαπεπραγμάτευται καὶ διὰ πλάτους ἡρμήνευται ἐν τῷ πρὸ αὐτοῦ ῥητῷ. διὸ περιττὸν ἡγησάμενος αὖθις περὶ αὐτοῦ λέγειν ἠρκέσθην τοῖς προειρημένοις. θݲ καὶ ιݲζݲ σχόλιον. »Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσ- σης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ πνευματικὸν επιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθύσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς καὶ ἐκῖνοι ἐπεθύμησαν. μηδὲ δἰδωλολάτραι γίνεσθε, καθὼς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν« ἕως ὅπου λέγει »ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκεῖνοις, ἐγράφη δὲ ἡμῖν« καὶ τὰ ἑξῆς. θݲ καὶ ιݲζݲ ἔλεγχος, Ὦ πολλῆς φρενοβλαβείας. τίς ἔχων ὀφθαλμοὺς ἡλίου ἀντέλλοντος ἑαυτὸν ἀπὸ τοῦ φωτὸς πλανήσει; εἰ γὰρ πατέρας ἑαυτοῦ τοὺς τότε λέγει ὁ ἅγιος ἀπόστολος καὶ ὑπὸ νεξέλην καὶ διὰ θαλάσσης διεληλυθέναι καὶ πνευματικὸν βρῶμα καὶ πόμα εἶναι, βεβρωκέναι δὲ καὶ πεπωκύναι ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, Χριστὸν δὲ εἶναι τὴν πέτραν φάσκει, τίς πεισθήσεται Μαρκίωνος τῇ ἀνοίᾳ, τοῦ σκοτίζοντος ἑαυτοῦ τὸν ροῦν καὶ τῶν ἀκουόντων αὐτοῦ, ἀλλότριον φάσκειν τὸν Χρστὸν τῶν ἐν νόμῳ γενομένων, ὁμολογουμένων δὲ παρὰ τοῦ ἀπστόλου ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει; φάσκει δὲ ὁ ἀπόστολος μὴ ἐν τοῖς πλείστοις τὸν Χριστὸν ηὐδοκηκέναι, πάντως διὰ παράνομον πρᾶξιν τῶν αὐτῶν. εἰ δὲ οὐκ ηὐδόκησεν ἐν τοῖς κατὰ τὸν νόμον παράνομα ἐργασαμένοις, ἄρα ἀγανακτεῖ πρὸς τοὺς τοιούτους, ὡς αὐτοῦ δεδωκότος τὸν νόμον, καὶ δικάσκει ἑαυτοῦ τὸν νόμον ὑπάρχειν, καιρῷ δοθέντα καὶ δικαίως ἐξυπηρετηθέντα ἄχρι τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. πρέπον γάρ ἐστιν οἰκοδεστότῃ καθ᾿ ἕκαστον καιρὸν ἁρμοδίως ἐπιτάσσειν τοῖς ἑαυτοῦ οἰκέταις τὰ πρέποντα. εὐθὲς δὲ ἐπιφέρει λέγων »ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γένεσθε, καθώς τινες αὐτῶν«· οὐχὶ κατὰ πάντων τὴν ψῆφον διεξιών. καὶ πόθεν οἶδας ταῦτα, ὦ ἀπόστολε; ἐπιφέρει »ὡς γέγραπται« φήσας »ἐκάθσεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν«. ἅρα γοῦν ἀληθὴς ἠ γραφή, ἐξ ἧς καὶ τὸν ἔλεγχον κατὰ τῶν ἀνόμων ὁ ἀπόστολος λαμβάνει. εἶτα πάλιν »μηδὲ πειράζωμεν τὸν κύριον«. ὁ δὲ Μαρκίων ἐντὶ τοῦ »κύριον« Χριστὸν ἐποίησε. κύριος δὲ καὶ Χριστὸς ταὐτὸν ὑπάρχει, κἄν μὴ δοκοίη τῷ Μαρκίωνι, προϋποτεταγμένης τῆς τοῦ Χριστοῦ ἐπωνυμίας ἐν τῷ εἰπεῖν »ἡ πέτρα ἦν ὁ Χριστός· καὶ οὐκ ἐν τοπις πλείοσιν αὐτῶν ηὐδόκησε«. διεξιὼν δὲ πάλιν ὁ ἅγιος ἀπόστολος πᾶσαν τὴν τοῦ κεφαλαίου ὑπόθεσίν φησιν »ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν«. εἰ τοίνυν τὰ τυπικῶς ἐκείνοις συμβεβηκότα ἐγράφη ἡμῖν εἰς νουθεσίαν, ὁ γράψας τὰ γεγονότα τότε εἰς νουθεσάν ἡμῶν ἐπεμελεῖτο ὧν καὶ τὴν νουθεσίαν ἐποιεῖτο, τὸ μὴ γίνεσθαι ἠμᾶς ἐπιθυμηὰς κακῶν. ὁ δὲ μὴ θέλων κακῶν ἐπιθυ- μητὰς ἡμᾶς εἶναι ἄρα ἀγαθὸς ὑπάρχει καὶ οὐ κακός. ἐν οἷς γὰρ ὑπάρχει, ἐν τούτοις προτρέπεται ἡμᾶς εἶναι, ὁ αὐτὸς ἀγαθὸς θεὸς ὤν καὶ δίκαιος, ὁ τῶν προγραφέντων θεὸς καὶ τῶν μετέπειτα νουθετουμένων, κταιστὴς ὤν τῶν πάωτων καὶ κημιουργὰς καὶ νομοθέτης καὶ δωρητικὸς τῶν εὐαγγελίων καὶ καθοδηγὸς τῶν ἐποστόλων. ῑ καὶ ιݲηݲ σχόλιον. »Τί οὖν φημι; ὅτι ἱερόθυτον τἰ ἐστιν ἤ εἰδωλόθυτον τὶ ἐστιν; ἀλλ᾿ ὅτι ἅ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ«. προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. ῑ καὶ ιݲηݲ ἔλεγχος. »Τί οὖν φημι; εἰδωλόθυτον τί ἐστιν; ἀλλ᾿ ὅτι ἅ θύοσει, δαιμονίοις θύονσι καὶ οὐ θεῷ«. οὐκ ἀπηγόρευσε τὸν παλαιὸν τῶν πατέρων χρόνον ὁ ἀπόστολος ἕως αὐτοῦ καὶ ἕως ἐνέστηκεν Ἱερουσαλὴμ ἀπὸ τοῦ εἰπεῖν τοὺς εἰς τὰ εἔδωλα θύοντας δαιμονίοις θύειν καὶ οὐ θεῷ. οὐκ ἔρα κατέρινε τῶν θεῷ θυσάντων, ὅτε χρεία θυσιῶν ἦν. κατακρίνει δὲ τοὺς θύνοτας εἰδώλοις, οὐ διὰ τὸ θύειν ἀλλὰ διὰ τὸ ἀντὶ θεοῦ εἰδώλοις θύειν. οὔτε γὰρ θύουσιν, ἵνα τροφὴν ἑαυτοῖς ἐκ θεοῦ κεχαρισμένην εἰς μετάληψιν ἐργάσωνται, ἀλλὰ δαίμοσι θύοντες καὶ ματαιοφροσύνῃ *. σὺ δέ, ὦ Μαρκίων, προσέθκας τὸ ἱερόθυτον, νομέας ἀπὸ τοῦ μεμίχθαι τὰ δύο ὀνόματα, ἱεροῦ τε καὶ εἰδώλου, συνάπτεσθαι τῶν δύο τρόπων τὴν σχέσιν. καὶ οὐκ ἔστιν τοῦτο. εἰ μὲν γὰρ μετὰ τὸ ἐλθεῖν τὴν καινὴν διαθήκην ἐθύετο τῷ Χριστῷ κατ᾿ ἰδίαν καὶ εἰς ὄνομα αλὐτοῦ ζῷα ἀνφέρετο, πιθανὸν ἄν σοι ηὑρίσκετο τὸ τῆς συκοφαντίας ψεῦδος, ὡς τῶν νῦν θεῷ θυόντων Χριστῷ θυόντων, τῶν δὲ τότε θυσάντων ἐν τῷ ἱερῷ Ἱεροσολύμων καὶ τῶν τοῖς εἰδώλοις θυόντων ὁμοῦ συναπτομένων καὶ δαίμοσι θυόντων καὶ οὐχὶ θεῷ. μηδενὸς δὲ θύσαντος ζῷα Χριστῷ ἀπὸ τῆς Χριστοῦ ἀνδημίας καὶ καινῆς διαθήκης, φανερὰ ἡ παρὰ σοὶ προσθήκη. εἰ δὲ καὶ φύσει ἔκειτο ἡ λέξις ἐν τῷ ἀποστόλῳ περὶ ἰεροθύτου καὶ εἰδωλοθύτον, ὅμως ἕν καὶ τὸ αὐτὸ ἐκρίνετο παρὰ τοῖς τὸν εὔλογον λουγισμὸν κεκτημένοις, καταχρηστικῶς λεγμένης τῆς λέξεως ὑπὸ τοῦ ἀποστόλου διὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἀεὶ τὸ εἴδωλον ἱερὸν καλούτων. Καὶ πανταχόθεν διέπεσέ σου ἡ ψευδήγορος διάνοις, ἀποδειχθείσης τῆς ἀληθείας, ὅτι οἱ θύοντες εἰδώλοις (ἤτοι κατὰ τὸν αὐτῶν λόγον ἱερόθυτον ὅ ἐποίουν ἥ ποιοῦσι *) ψεῦδος ἐργαζομενοι δαιμονίοις θύονσι καὶ οὐχὶ θεῷ· ἀλλ᾿ οὐχ οἵ ποτε κατὰ νόμον θύσαντες δικαιότατα. νῦν δὲ μηκέτι τούτου γενομένου, αὐτοῦ θέλοντος, ὡς καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ Ἰερεμίου τοῦ προφήτου ἔλεγεν »ἴνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; ἵνα τί πάλιν »αἱ θυσίαι σου οὐχ ἥδυνάν μοι« καὶ ἄλλοτε »ἆρόν σου τὰς θυσίας, Ἰσραήλ, καὶ φάγετε ρέα. οὐ γὰρ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐ- τοὺς ἐκ γῆς Αἰγύπτου περὶ θυσιῶν, ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς, ἕκαστον ποιεῖν δικαιοσύνην πρὸς τὸν πλησίον«· αὐτοῦ δὲ λέγοντος ὅτι οὐκ ἐνετειλάμην καὶ αὐτοῦ ἐν τῷ νόμῳ λέγοντος τῷ Μωυσῇ ὅτι »ἕκαστος τῶν υἱῶν Ἰσραὴλ ἐὰν προσενέγκῃ θυσίαν ἐκ βοῶν ἢ προβάτων, ἄρσεν ἄμωμον προσφερέτω« καὶ πάλιν »ἐάν τις ἀμάρτῃ καὶ γένηται ἔν τινι πλημμελείᾳ, προσαγάγῃ πρόβατον« καὶ πάλιν »ἐὰν ἁμάρτῃ ὁ λαός, προσενέγκῃ μόσχον«, ἔδειξε μὲν εὐπροσδέκτως αὐτὸν κομίζεσθαι τὰς ὑπὲρ σωτηρίας τοῦ λαοῦ ποτε τελεσθείσας θυσίας, οὐκ αὐτοῦ ἐπιδεομένου τούτων οὐδὲ θέλοντος ταῦτα, ἀλλὰ συγκαταβαίνοντος αὐτῶν τῇ ἀσθενείᾳ καὶ τῇ τῆς ἀνθρωρωπότητος προλήψει, ἵνα ἀπὸ τῆς πολυθείας εἰς τὴν περὶ τοῦ ἑνὸς θεοῦ γνῦσιν μετενέγκῃ τὴν τῶν ἀνθρώπων διάνοιαν. ἐπειδὴ γὰρ ἐσχυρῶς ἐτεθμελίωτο ἡ διάνοια αὐτῶν ἐν τῇ θυσίᾳ ὡς ἐν εὐσεβείᾳ, τῇ ὑπὲρ ἱλασμῶν ἑαυτῶν καὶ σωτηρίας εἰδώλοις προσφερομένῃ, εἰς δὲ τὸ μὴ ἅπαξ χαλεπῶς φέρειν διὰ τὴν συνήθειαν, τοῦ ἀποστρέψαι * τοῦτο ποιεῖν ἕως καιροῦ εἰς αὐτοῦ ὄνομα ἀπὸ τῆς πολυθέου φαντασίας, ἠθέλησε τὰ κατ᾿ ἔθος αὐτοῖς γινόμενα εἰς αὐτὸν μεταλλάξαι, ἵνα λοιπον γνόντες τὸν ἕνα καὶ πιστεύσαντες ἀσφαλῶς τῷ ἑνὶ παρ᾿ αυτοῦ ἀκούσωσιν »μὴ φάγομαι κρέα ταύρων ἤ αἷμα τράγων πίομαι;« καὶ »μὴ τεσσαράκοντα ἔτη θυσίαν προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;«. καίτοι γε πολλῶν θυσιῶν τότε προσενεχθεισῶν, ἵνα δείξῃ ὅτι οὐκ αὐτῷ προσέφερον, καίτοι γε αὐτοῦ δεχομένου καὶ εἰς ὄνομα αὐτοῦ αὐτῶν προσφερόντων, ἀλλὰ διὰ τὴν αὐτῶν ἐν τοῖς τοιούτοις ἀναχθεῖσαν συνήθειαν, ἕως μεταλλεύσῃ καθελακύσας ἀπὸ συνηθείας πολλῶν εἰς τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνὸς λοιπὸν μέθωσιν ὅτι οὔτε ἔχρῃζεν οὔτε χρᾑζει καὶ λοιὸν ἀποκόψῃ διὰ τῆς ἐνσάρκου παρουσίας τῆς τοῦ Χριστοῦ αὐτοῦ τὸ πᾶν τῆς ὑποθέσεως τῶν θυσιῶν, τῆς μιᾶς θυσίας τελειωσάσης τὰς προϋπαρξάσας πάσας, ἥτις ἐστὶ θυσία Χριστοῦ, ὅτι »τὸ Πάσχα ἡμῶν ἐτύθη χριστός« κατὰ τὸ γεγραμμένον· ἧς θυσίας καὶ Πάσχα καὶ διδασκαλίας παιδαγωγὸς ἐγένετο ὁ νόμος, ὁδηγῶν διὰ τὸν τύπον καὶ ἀποκαθιστῶν εἰς τῆν ἐντελεστέαν διδασκαλίαν. ιݲαݲ καὶ ιݲθݲ σχόλιον. »Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων«. ιݲαݲ καὶ ιݲθݲ ἔλεγχος. Εἰκόνα οὐ μόνον τὸν ἄνθρωπον θεοῦ ὁρίζεται ὁ ἀπόστολος, ἀλλὰ καὶ δόξαν. τὴν κομην δὲ ὑποτιθένενος σωματικήν, οὖσαν κατ᾿ ἰδίαν ἐν σώματι καὶ οὐκ ἐν ψυχῇ, οὐκ ἀλλότριον ἄρα θεοῦ τὸ ποίημα ὀμίζεται τοῦ ἀγαθοῦ διὰ τοῦ ὁμολογεῖν αὐτὸν τὰ ἀπὸ παλαιᾶς ἐν καινῇ πληρούμενα διαθήκῃ. ιݲβݲ καὶ κݲ σχόλιον. »Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα«. ιݲβݲ καὶ κݲ ἔλεγχος. Εἰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα, οὐκ ἔλλον δὲ θεὸν ὁ ἀπόστολος κηρύσσει ἀλλὰ τὸν ὄντα, ὁμολογεῖ δὲ τὸν θεὸν τὸ σῶμα τοῖς μέλεσι κεκερακέναι, οὐκ ἄλλον οἶδεν δεὸν ἀλλ᾿ ἤ τὸν κημιουργόν, αὐτὸν ἀγαθὸν καὶ κτιστὴν καὶ δίκαιον, πάωτων ποιητήν, ἐξ ὧν πάντων ἔν ἔργον ὐπάρχει ὀ ἄνθρωπος, ὁ τοῖς μέλεσιν ὑπ᾿ αὐτοῦ καλῶς κεκερασμένος. ιݲγݲ καὶ κα σχόλιον. Πεπλανημένως ὁ Μαρκίων <μετὰ τό> »ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοί μου λαλῆσαι«, προσέθετο »διὰ τὸν νόμον«. ιݲγݲ καὶ κα ἔλεγχος. Ἄρα καὶ αἱ γλῶσσαι ἐκ τοῦ χαρίσματος τοῦ πνεύματός εἰσι. γλώσσας δὲ ὀποίας λέγει ὁ ἀπόστολος; * ὅπως γνῶ- <σιν οἱ> τὰς φωνὰς τὰς Ἑβραίδας τὰς διαφόρως καὶ ποικίλως ἐν ἑκόστῃ λέξει καλῶς μετὰ σοφίας ποικιλθείσας, ἀλλὰ καὶ τὴν κομπώδη γλῆσσαν τῶν Ἑλλήνων αὐχοῦντες, τὸ ἀττικίζειν καὶ αἰολίζειν καὶ Δωρικῶς φθέγγεσθαι, * τινὲς τῶν παρὰ τοῖς Κορινθίοις τὰς πτύρ- σεις καὶ στάσεις ἐργασαμένων, οἷς ἡ ἐπιστολὴ ἐπεστέλλετο. καὶ ὡμο- λόγησε μὲν χάρισμα εἶναι πνευματικὸν τὸ ταῖς Ἑβραϊκαῖς λέξεσι κεχρῆσθαί τε καὶ τὸν νόμον διδάσκειν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἄλλα κομπώδη καθελὼν τὴς τῶν Ἑλλήνων γλώσσης ἔφησεν μᾶλλον γλώσσαις αὐτὸν αὐτῶν λαλοῦντα διὰ τὸ εἶναι αὐτὸν Ἑβραῖον ἐξ Ἑβραίων, παρὰ τοῦς πόδας Γαμαλιὴλ ἀνατεθραμμένον, ὧν Ἑβραίων τὰ γράμματα ἐν ἐπαίνοις τίθησι καὶ τῆς τοῦ πνεύματος δωρεᾶς ὄντα χαρίσματα *· διὸ καὶ περὶ τῶν αὐτῶν [καὶ] Τιμοθέῳ γράφων ἔλεγεν »ὅτι ἀπὸ νεότητος ἱερὰ γράμματα ἔμαθες«. ἐτι δὲ προστιθὶς <πρὸς> τοὺς ἀπὸ Ἑλλήνων ποιητῶν καὶ ῥητόρων ὁρμωμένους τὰ ἴσα φάσκων ὁμοίως ἔφη »πάντων πλέον ὑμῶν λαλῶ γλώσσαις«, ἵνα δείξῃ καὶ τῆς Ἐλληνικῆς παιδείας αὐτον ἐν πείρᾳ «περβαλλόντως γεγενῆσθα. καὶ γὰρ καὶ ὁ χαρακτὴρ αὐτοῦ σημαίνει αὐτὸν ὑπάρχειν ἐν προπαιδεῖᾳ, οὗ * οὐκ ἠδυνήθησαν Ἐπικούρειοι καὶ Στωἱκοὶ ἀντιστῆναι, ἀνατρεπόμενοι διὰ τῆς λογίως παρ᾿ αὐτοῦ ἀναγνωσθείσης τοῦ βωμοῦ ἐπιγραφῆς τῆς ἐπγεγραμμένς »τῷ θεῷ ἀγνώστῳ«, ῥητῶς ἀναγνωσθείσης παρ᾿ αὐτοῦ καὶ εὐθὺς μεταφραστικῶς ῥηθείσης »ὅν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν«, καὶ πάλιν φήσαντος »εἶπέν τις ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί«, ἵνα τὸν Ἐπιμενίδην δείξῃ, ἀρχαῖον ὄντα φιλόσοφον καὶ κτιστὴν τοῦ παρὰ Κρηςὶν εἰδώλου· ἀφ᾿ οὗπερ καὶ Καλλίμαχος ὁ Λίβυς τὴν μαρτυρίαν εἰς ἑαυτὸν συνανέτεινε, ψευδῶς περὶ Διὸς λέγων· Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο, σὺ δ᾿ οὐ θάνες· ἐσςὶ γὰρ αἰεί. καὶ ὁρᾷς πῶς διηγεῖται περὶ γλωσςῶν ὁἅγιοςἀπόστολος, »ἀλλὰ θέλω πέντε λόγους ἐν ἐκκληςίᾳ τῷ νοΐ μου« τουτέστιν διὰ τῆς ἑρμηνείας »frqasai«. ὡς ὁ προφήτης ἐν πνεύματι ἁγίῳ εἰς τὸν νοῦν προκεχορηγημένα φέρων εἰς φῶς διὰ τῆς προφητείας ὠφελεῖ τοὺς ἀκούοντας, οὕτως κἀγὼ <θέλω>, φηςί, λαλῆσαι εἰς ἀκοὴν τῆς ἐκκληςίας καὶ οἰκοσομὴν καὶ μὴ διὰ τοῦ κόμπου Ἑλληνίδος τε καὶ Ἑβραΐδος ἑαυτὸν οἰκοδομεῖν τὸν εἰδότα καὶ οὐχὶ τὴν ἐκκληςίαν δι᾿ ἦς ἐπίσταται γλώσσης. σὺ δὲ προςέθηκας, ὦ Μαρκίων, τό »διὰ τὸν νόμον«, ὡς τοῦ ἀποστόλου λέγοντος »θέλω πέντε λόγους ἐν ἐκκληςίᾳ <λαλῆσαι> διὰ τὸν νόμον«. αἰδέσθητι, Βαβυλὼν δευτέρα καὶ καινὴ Σοδόμων πολυμιξία. ἕως πότε συγχεῖς τὰ γλώσσας; ἕως πότε τολμᾷς κατὰ τῶν ὑπὸ σοῦ μηδὲν ἀδικουμένων; ζητεῖς γὰρ βιάσασθαι ἀγγελικὰς δυνάμεις, ἐκβαλλὶων τοὺς λόγους τῆς ἀληθείας ἀπὸ τῆς ἐκκλησίας φάσκων τῷ Λὼτ τῷ ἁγίῳ »ἐξάγαγε τοὺτ ἄνδρας«. καὶ ὃ ἐπιχειρεῖς κατὰ σεαυτοῦ ἐπιχει τάσσεις ἐν ἀορααίᾳ καὶ ἐν νυκτὶ ἑζοφωμένῃ διάγεις, ψηλαφῶν τὴν θύραν καὶ μὴ εύρίσκων ἕως ἀνατείλῃ ὁ ἥλιος καὶ ἴδῃς τὴν ἡμέραν τῆς κρίσεως· ἐν ᾗ καὶ τὸ πῦρ ἀπαντήσεται τῇ σῇ ψευδηγορίᾳ. τοῦτο γάρ σε ἐκδέχεται, ὡς ὁρᾷς. οὕτε γὰρ κεῖται παρὰ τῷ ἀποστόλῳ <τό> »διὰ τὸν νόμον« καὶ παρὰ σοῦ τοῦτο πεποιήτευται. εἰ δὲ καὶ ἔλεγεν ὁ ἀπόστολος »διὰ τὸν νόμον«, συνᾳδόντως ἔλεγεν τῷ ἑαυτοῦ κυρίῳ, οὐχ ἵνα καταλύσῃ τὸν νόμον, ἀλλ᾿ ἵνα πληρώσῃ. ιݲδݲ καὶ κݲβݲ σχόλιον. »Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον«. ιݲδݲ καὶ κݲβݲ ἔλεγχος. Εἰ μὴ ἐπλήρωσε κύριος τὰ ἐν τῷ νόμῳ προειρημένα, τίς ἦν χρεία τὸν ἀπόστολον ὑπομνῆσαι τὰ ἀπὸ νόμου ἐν καινῇ διαθήκῃ πληρούμενα; ὡς καὶ ὁ σωτὴρ ἔδειξεν ὅτι αὐτὸς ἦν ὁ καὶ τότε ἐν νόμῳ λαλήσας καὶ κατὰ ἀπειλὴν ὁρίσας αὐτοῖς λέγων »διὸ προςώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾶ, καὶ ὤμοσα εἰ εἰδελεύσονται εἰς τὴν κατάπαυςίν μου«· διὸ καὶ ἐν ἑτερογλώσσοις ἐπηγγείλατο λαλῆσαι αὐτοῖς, ὡς καὶ ἐλάλησε, καὶ οὐκ εἰσῆλθον. τοῦτο γὰρ εὑρίσκεται λέγων τοῖς αὐτοῦ μαθηταῖς »ὑμῖν δέδοται τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι« καὶ τὰ ἐξῆς. πανταχοῦ τοίνυν ἐν τῇ καινῇ τὰ ἀπὸ παλαιᾶς πληρούμενα παντί τῳ σαφές ἐστιν ὅτι οὐχ ἑτέρου θεοῦ καὶ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ αὐτοῦ αἱ δύο διαθήκαι συνίστανται. ιݲεݲ καὶ κݲγݲ σχόλιον. »Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασςέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει«. ιݲεݲ καὶ κݲγݲ ἔλεγχος. Εἰ κατὰ τὸν νόμον διατάσσεται ὁ ἅγιος τῦ θεοῦ ἀπόστολος τὴν εὐταξίαν τῇ ἁγίᾳ τοῦ θεοπῦ ἐκκληςίᾳ, οὐκ ἄτακτος ὁ νόμος, ἀφ᾿ οὗπερ τὴν εὐταξίαν μετακομίζεται οὐδὲ ἀλλοτρίου θεοῦ ὑπάρχει ὁ νόμος, τὴν γυναῖκα καθυποτάξας τῷ ἀνδρί. συναρέσκει γὰρ κὰι τῷ ἀποστόλῳ τοῦτο ἐν τῇ τῆς ἐκκληςίας νομοθεςίᾳ, ὥς φησι· »καθὼς κὰι ὁ νόμος λέγει«. ποῦ δὲ εἶπεν ὁ νόμος ἀλλὰ ἐν τῷ εἰπεῖν τὸν θεὸν πρὸς τὴν Εὔαν εὐθύς »πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει«; εἰ γὰρ καὶ ἐν ἄλλοις τόποις, ἀλλὰ ἐν τεῦθεν ἠ ἀρχή. εἰ τοίνυν ἀπὸ τότε ἡ γυνὴ ὐπετάγη ἐκ προστάγματος θεοῦ τῷ ἀνδρὶ καὶ ἀκολούθως ὁ ἀπόστολος καθυποτάσσει ταυτην, οὐκ ἀντιθέτως τῷ ποιήσαντι τὸν ἄνθρωπον κὰι τὴν γυναῖκα θεῷ καὶ αὐτὸς κελεύων δείκνυσιν ἐξ ἅπαντος ὅτι τοῦ αὐτοῦ [θεοῦ] ὑπάρχει ὁ ἀπόστολος νομοθέτης θεοῦ, οὗκαὶ ὁ νόμος ἦν καὶ ἡ πᾶσα παλαιὰ διαθήιη, καὶ τοῦ αὐτοῦ ἡ καινὴ διαθήκη, τουτέστιν αἱ δύο διαθῆκαι, αἱ τὴν γυναῖκα τότε καὶ νῦν καθυποτάξασαι τῷ ἀνδρὶ δι᾿ εὐσεβῆ καὶ ἀντίρροπον εὐταξίαν. ιݲςݲ καὶ , κݲδݲ σχόλιον. Περὶ ἀναστάσεως νεκρῶν· »γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελιςάμην ὑμῖν«. καὶ ὅτι »εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον«καὶ τὰ ἑξῆς. »οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε«, »ὅτι χριστὸς ἀπέθανε καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ«. »ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθαναςίαν, τότε γενήσεται ὁ λόγος ὁ λεγραμμέος· κατεπόθη ὁ θάνατος εἰς νῖκος«. ιݲςݲ καὶ κݲδݲ ἔλεγχος. »Γνωριξω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγγελιελιςάμην ὑμῖν«. εἰ εὐηγγελίσατο καὶ αὐτὸ πάλιν γνωρίζει, οὐκ ἄλλο τι εὐαγγέλιον οὔτε ἄλλη γνῶσις μετὰ τὴν μίαν καὶ τὸ ἑν, ὅπερ ἓν τυγχ;νει διὰ τῶν τεσςάρων εὐαγγελίων καὶ τῶν ἀποστόλων, ἵνα ἐλέγξῃ τὸν μαρκίωνα τὸν μετὰ τοσαῦτα ἔτη ἥκοντα, μετὰ χρόνους τοῦ καλουμένου Ὑγίνου, τοῦ Ῥωμαίων ἐπισκόπου τοῦ κατὰ διαδρρὴν ἐνάτου γενομένου ἀπὸ τῆς τῶν ἀποστόλων Πέτρου καὶ Παύλου τελειώσεως. διὸ ἐπασφαλιζόμενος ὁ αὐτὸς ἀπόστολος ἔλεγεν »κᾶν τε ἠμεῖς ἢ ἄγελος εὐαγγελίσηται ὑμῖν παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω«, γινώσκων πνεύματι ἁγίῳ ὅτι μέλλει Μαρκίων καὶ οἱ κατ᾿ αὐτὸν διαστρέφειν τὴν ὁδὸν τὴν καλῶς ἡδραιωμένην . ὅθεν οὐκέτι εἶπεν »εὐαγγελίζομαι ὑμῖν«, ἀλλὰ »γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον«, οὐκ ἄλλο ὄν, ἀλλὰ »ὃ ἤδη εὐηγγελιςάμην ὑμῖν«, οὗ τὴν ὑπόμνησιν ὑμῖν ποιοῦμαι. »γνωρίζω ὑμῖν τίνι λὸγῳ εὐηγγελιςάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε«. εἰ μὴ γὰρ κατέχετε, ὡς ἐκήρυξα ὑμῖν, χωρὶς αὐτοῦ εἰκῆ ἐπιστεύσατε. »εὐηγγελιςάμην γὰρ ὑμῖν ὅτι Χριστος ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι τῇ τρίτῆ ἡμέρᾳ ἐγήγερται, κατὰ τὰς γραφὰς« καὶ οὐ κατὰ μῦθον καὶ οὐδὲ κατὰ τὴν διδασκαλίαν τῶν μελλόντων ἀφ᾿ ἑαυτῶν λαλεῖν ἃ μὴ γέγραπται· οἱ μὲν γὰρ Ἰουδαῖοι ἀφ᾿ ἑαυτῶν λέγουσι μὴ ἐγηγέρθαι, Μαρκίων δὲ καὶ οἱ ἄλλοι λέγουσιν ἀφ᾿ ἑαυτῶν δοκήσει πεπονθέναι καὶ τετάφθαι, ἐγὼ δὲ κατὰ τὰς γραφὰς ἀσφαλίζομαι ὑμᾶς. εὐθὺς γὰρ ἐπιφέρει λέγων »οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε, ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ« καὶ εὐθύς »εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται καὶ εἰ Χριστὸς οὐκ ἐγήγερται, μήταιον τὸ κήρυγμα ἡμῶν«. καὶ μετὰ ταῦτ πάντα »δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθαναςίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν«. καὶ οὐκ εἶπεν τὸ θνητὸν τοῦτο χωρῆσαι τὴν ἀθαναςίαν ἢ τὸ φθαρτὸν τοῦτο χωρῆσαι τὴν ἀφθαρςίαν, ἀλλὰ τὸ θνητὸν καὶ φθαρτὸν ἐνδύσασθαι ἀθαναςίαν καὶ ἀφθαρςίαν. ποῖον δέ ἐστι θνητὸν ἀλλὰ τὸ σῶμα τὸ οὐ χωρῆσαν ἐν αὐτῷ μόνον ἀθαναςίαν, ἀλλὰ καὶ οἰκειῶσαν καὶ μέλλον ἐνδύσασθαι τὴν ἀθανασίαν, οὐ τοῦ σώματος ἀποβαλλομένου καὶ τῆς ψυχῆς τῆς μὴ ἀποθηῃσκούσης ἐνδυομένης ἀθαναςίαν, ἀλλὰ τοῦ θνητοῦ ἐνδυομένου ἀθαναςίαν καὶ τοῦ φθαρτοῦ ἀφθαρςίαν τουτέστιν τοῦ σώματος; αὐτοῦ γἂρ καὶ θάνατός ἐστι καὶ φθορὰ πρόσκαιρος, διὰ τὴν λύσιν τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς. ὅτι δὲ περὶ τῶν μελλουςῶν φησιν ἐν αὐτῷ τελειοῦσθαι εὐεργεσιῶν, διὰ τῆς ὐποσχέσεως τὸ πληροῦσθαι μέ<λλον> σημαίνει λέγων»τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖος«, ἵνα σημάνῃ τὴν τότε μέλλουσαν ἔσεσθαι νεκρῶν ἀνάστασιν· ἐπειδὴ κατεπόθη ὁ θάνατος ἀπὸ μέρους ἐν τῇ τοῦ Χριστοῦ ἀναστάσει καὶ τῶν σὺν αὐτῷ ἀναστάντων (»ἀνέστη γὰρ πολλὰ σώματα τῶν ἁγίων, ὥς φησι τὸ εὐαγγέλιον, καὶ συνειςῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν«), τότε δὲ εἰς νῖκος καταπίνεται, ὅτε ἀπὸ πάντων καθολικῶς ἀφαντοῦται. Τῆς πρὸς Κορινθίους β·ݲ αὕτη δὲ τρίτη κειται παρὰ τῷ Μαρκίωνι, μετηλλαγμένως δὲ διὰ τὸ πρώτην παρ᾿ αὐτῷ τετάχθαι τὴν πρὸς Γαλάτας. αݲ καὶ κݲεݲ σχόλιον.»Οσαι γὰρ ἐπαγγελίαι θεοῦ εν αὐτῷ τὸ ναί· διὸ καὶ δι᾿ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ«. αݲ καὶ κݲεݲ ἔλεγχος. Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ σώθητι, ὦ Μαρκίων. εἰ δὲ σὺ οὐκέτι δύνασαι (τετελεύτηκας γάρ), οἱ ὑπὸ σοῦ ἀπατηθέντες ἀνοιξάτωσαν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ φυγέτωσαν ἀπὸ σοῦ ὡς ἀπὸ ἑρπετοπῦ δεινοῦ καὶ λυμαινομένου τοὺς ἐγγίζοντας. εἰ γάρ »ὅσαι ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί«, ἐπαγγελίας δὲ θεοῦ οἶδεν ὁ ἀπόστολος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν, ἄρα γε ἐν Χριστῷ τὸ ναὶ τῶν ἐπαγγελιῶν τοῦ πληρώματος ἐβεβαιοῦτο. οὐκ ἀλλότριος οὖν ὁ Χριστὸς τοῦ παλαιοῦ νόμου καὶ τῶν προφητῶν, οὐδὲ τοῦ θεοῦ τοῦ λαλήσαντος ἐν τῷ νόμῳ καὶ ἐν Χριστῷ τὰς αὐτοῦ ἐπαγγελίας πεπλη ρωκότος. ἀλλ᾿ οὐδὲ ἀντίθετος ὁ Χριστὸς τῷ θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας. διὰ γὰρ τὸ ἐν αὐτῷ τὰς ἐπαγγελθείσας ὑποσχέσεις ναὶ γίνεσθαι, διὰ τοῦτο, φησί, καὶ δι᾿ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ· θεοῦ μὲν πατρὸς ἐπαγγειλαμένου, Χριστοῦ δὲ [τοῦ] καὶ βεβαιοῦντος καὶ † κυρίου τὸ ἀμὴν περιποιουμένου δι᾿ αὐτοῦ ἐν τοῖς δι᾿ αὐτοῦ τῇ ἐπαγγελίᾳ βεβαιωθεῖσιν καὶ ἐπεγνωκόσιν τὸν πατέρα αὐτοῦ ἐν νόμῳ λελασηκότα καὶ ἐν εὐαγγελίῳ τοῖς πεπιστευκόσι δεδωρημένον τὰ σωτήρια, τοῖς λέγουσιν δι’ αὐτοῦ λέγοντος Χριστοῦ, »ναὶ ὁ πατήρ, ὅτι οὕτως ἐγένετο ἡ εὐδοκία ἐνώπιόν σου«. βݲ καὶ κݲϛݲ σχόλιον. »Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶν λάμψει«. βݲ καὶ κݲϛݲ ἔλεγχος. Οὐ κηρύσσουσιν ἑαυτοὺς οἱ ἀπόστολοι, ἀλλὰ Xριστὸν Ἰησοῦν κύριον. διὸ οὐκ ἔνι αἵρεσις οὐδὲ ἐκκλησία εἰς ὄνομα Παυλίους ἤ Βαρθολομαίους ἤ Θαδδαίους, ἀλλὰ ἀπ’ ἀρχῆς ἕν κήρυγμα πάντων τῶν ἀποστόλων, οὐκ αὐτοὺς κηρύσσον ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ καὶ ὄνομα τῆς ἐκκλησίας οἱ πάντες ἕν ἐπέθεντο, οὐχ ἑαυτῶν ἀλλὰ τοῦ κυρίου αὐτῶν Ἰησοῦ Χριστοῦ, ἀπὸ Ἀντιοχείας ἀρξαμένων Χριστιανῶν καλεῖσθαι· ὅπερ ἐστὶν ἡ μόνη καθολικὴ ἐκκλησία, οὐκ ἄλλο τι ἔχουσα <ὄνομα> ἀλλὰ Χριστοῦ, Χριστιανῶν οὖσα ἐκκληία, οὐ Χριστῶν ἀλλὰ Χριστιανῶν, τοῦ μὲν ἑνὸς ὑπάρχοντος, τῶν δὲ ἀπὸ τοῦ ἑνὸς Χριστιανῶν καλουμένων. μετὰ ταύτην δὲ καὶ τοὺς αὐτῆς κήρυκας πᾶσαι *, οὐκέτι τοῦ αὐτοῦ χαρακτῆρος * φαινόμεναι διὰ τῶν ἐπιθέτων ὀνομάτων Μανιχαίων καὶ Σιμωνιανῶν καὶ Οὐαλεντίνων καὶ Ἐβιωναίων· ὧν εἷς καὶ σύ, Μαρκίων, ὑπάρχεις, καὶ σοὺ τὸ ὄνομα ἐπικέκληνται οἱ ὐπὸ σοῦ ἠπατημένοι, ὡς σεαυτὸν κηρύξαντος καὶ οὐχὶ Χριστὸν. εἶτά φησιν »ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει«. ὁ θεὸς δὲ ποῖος ἀλλ’ ὁ εἷε ὁ ἐν τῷ προφήτῃ δείξας ἐκ σκότους φῶς, τουτέστιν ἀπὸ τῆς τῶν ἀυθρώπων ἀπιστίας καὶ ἀγνωσίας φῶς καὶ γνῶσιν ἐν Χριστῷ λάμψαν ἐν ταῖς καρδίαις ἡμῶν τῶν ποτε ἐθνῶν εἰδωλολατρούντων, νῦν δὲ θεὸν <ἐπεγνωκότων> τὸν τότε ἐν τῷ προφήτῃ προεπαγγειλάμενον τὸ φῶς ἑαυτοῦ ἐν τῷ κόσμῳ λάμψαι, ὡς· οὐκ ἀλλοτρίου ὄντος παλαιᾶς καὶ καινῆς διαθήκης· ὡς ἡμῖν ἔθος γέγονε πείθειν σε, ὦ Μαρκίων, ἀφ’ ὧν ἔχεις γεγραμμέωνν λειψάνων τοῦ εὐαγγελίου, καὶ μὴ ὑπὸ σοῦ ἀπατᾶσθαι. γݲ καὶ κݲζݲ σχόλιον. »Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν«. ἐξέκοψεν δὲ τό »κατὰ τὸ γεγραμμένον«. γݲ καὶ κݲζݲ ἔλεγχος. Οὐ δουήσεταί σοι τόπος ἐν οἶς ἄν τολμήσειας. κἄν τε γὰρ ἐκκόψῃς τό »κατὰ τὸ γεγραμμενον«, φαίνεται ἡ τῆς προγεγραμμένης λέξεως ἀκολουθία. ἀπὸ τοῦ γάρ »ἐπίστευσα, διὸ καὶ ἐλάλησα« εὐδὺς τὰ ἴσα ἐπενέγκας ὁ ἀπόστολος ἔφη »ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν«. παντὶ δέ τῳ σαφές ἐστι τοῦτο, ὅτι ἐν τῷ ἑκατοστῷ πεντεκαιδεκάτῳ ψαλμῷ ἐν τῷ τὴν ἐπιγραφὴν Ἀλληλουία ἔχοντι, τῆς δὲ τοῦ Δαυὶδ βίβλου ὄντι καὶ ὑπ’ αὐτοῦ προπεφητευμένῳ, ὁ λόγος τοῦ »ἐπίστευσα« ἐστὶ γεγραμμένος. ὅθεν καὶ ὁ ἀπόστολος ἔλαβε τὸ ῥρητὸν καὶ ὁμοίως ἔφη τό »διὸ καὶ ἡμεῖς πιστεύομεν καὶ λαλοῦμεν« εἷς ὤν τοῦ ἀριθμοῦ τῶν ἀποστόλων· ὅθεν οὐ λέγει »διὸ καὶ ἐπίστευσα καὶ ἐλάλησα«, ἀλλά »ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν«, ἵνα ἑαυτὸν μετὰ τῶν ἄλλων ἀποστόλων συνάψῃ, καί φησιν »ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα«, ἵνα δείξῃ τὸ ἐν τῷ Δαυὶδ λαλῆσαν πνεῦμα τὸ αὐτὸ ὄν πνεῦμα καὶ ἐν τοῖς ἀποστόλοις ἀφ’ οὗπερ τότε ἐκεῖνος προφητεύων ἐπίστευεν, ἐν ᾧ πνεύματι καὶ αὐτοὶ ὄντες πιστεύουσι καὶ λαλοῦσι. πολλὴ δὲ ἀδικία καὶ πλεονεξία ὡς εἰπεῖν * διανοημάτων. τοῦ γὰρ ἀποστόλου ἕν καὶ τὸ αὐτὸ πνεῦμα φάσκοντος, πῶς ἡ τοῦ Μαρκίωνος ἄνοια, ὁμολογοῦσα τοῦτον τὸν λόγον τὸν ἅγιον ἀπόστολον εἰρηκέναι, τολμᾷ λέγειν ἄλλο εἶναι τότε τὸ πνεῦμα καὶ ἄλλο τὸ ἐν τοῖς ἀποστόλοις; Τῆς πρὸς Ῥωμαίους δݲ ἐπιστολῆς· οὕτως γὰρ ἐστι παρὰ τῷ Μαρκίωνι κειμένη, ἵνα μηδὲν ὀρθὸν παρ’ αὐτῷ εἴη. αݲ καὶ κݲηݲ σχόλιον. »Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἄπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόνμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωδήσονται«. αݲ καὶ κݲηݲ ἔλεγχος. Εἰ ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, σωτηρίας ὁ νόμος παραίτιος φυλαττόμενος καὶ μὴ ἐῶν τοὺς φυλάττοντας ἀπόλλυσθαι. καὶ εἰ οἱ διὰ νόμου ἁμαρτήσαντες διὰ νόμου κριθήσονται, ἄρα κριτὴς τῶν παραβάσεων ὁ νόμος, οὐκ ἀπωλείας ὤ ἀλλὰ δικαοκρισίας, ὁσίως κρίνων τοὺς παραβεβηκότας. »οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ νόμου δικαιωθήσονται«. εἰ δὲ ποιούμενος ὁ νόμος δικαιοῖ τὸν ποιήσαντα, οὐκ ἄδικος ὁ νόμος οὔτε φαῦλος, δι’ ὅν οἱ τελοῦντες τὸν νόμον δι;καιοι καθίστανται. ἐκ δὲ τοῦ νόμου ἐστὶ καὶ ἡ εἰς Χριστὸν προφητευομένη πίστις, χωρὶς οὗ οὐ δικαιωθήσεται οὐδεὶς καὶ ἐν ᾧ πιστεύσας παρὰ τὴν <ὑπὸ> τοῦ νόμου προφτευομένην μαρτυρίαν οὐ δύναται πάλιν δικαιοῦσθαι οὐδείς, ὡς παληρώματος ὄντος τοῦ Χριστοῦ τοῦ νόμου κατὰ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι »πλήρωνμα νόμου Χριστὸς εἰς δικαιοσύνμν«, δεικνύντι ὅτι ἄνευ νόμου καὶ Χριστοῦ οὐκ ἔνι δικαιοσύνη. οὐτε γὰρ Ἰουδαῖοι ἄνευ Χριστοῦ δικαιωθήσονται μὴ λαβόντες Χριστὸν οὔτε σύ, Μαρκίων, δικαιωθήσῃ ἀπαρνούμενος τὸν νόμον. βݲ καὶ κݲθݲ σχόλιον. »Περιτομὴ μὲν γὰρ ὠφελεῖν, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστιά γέγονεν«. βݲ καἲ κݲθݲ ἔλεγχος. Εἰ ἀποφαίνεται ὁ ἅγιος ἀπόστολος τὴν περιτομὴν ὠφελήσειν, τίς ἐν τοῖς ὠφελοῦσι μῶμον θήσειεν, ἀλλὰ εἰ ἄρα ὅμοιος τῷ ὄφει γενήσεται; ἔοικας γὰρ τούτῳ, ὦ Μαρκίων· κἀκεῖνος γὰρ ἀντιστρέφων τὰ παρὰ θεοῦ εἰρημένα παρέπειθε τὴν Εὔαν λέγων »οὐ θανάτῳ ἀποθανεῖσθε«. νόμον γὰρ τῇ περιτομῇ συνέδησε καὶ τὴν περιτομὴν τῷ νόμῳ συμπρέπουσαν ἀπέδειξε καὶ τοῦ αὐτοῦ θεοῦ τὸ πρόσταγμα ὑπάρχειν ὑπέφηνεν τοῦ τὴν περιτομήν ποιτε δεδωκότος καὶ νόμον εἰς βοήθειαν δεδωκότος, ἀφ’ οὗπερ Χριστὸς πιστευόμενος τὰ τέλεια τοῖς πιστεύουσι λαλεῖν τε καὶ ποιεῖν παρέχεται. γݲ καὶ λݲ σχόλιον. »Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ«. γݲ καὶ λݲ ἔλεγχος. Εἰ ἡ γνῶσις μόρφωσιν ἔχει, ἄπὸ δὲ τῆς μορφώσεως τὸ εἶδος φαίνεται, οἱ δὲ τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ἔχοντες ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ μαθηταὶ οἴδασιν ἀπὸ τὴς μορφώ- σεως τοῦ νόμου τὸ εἶδος κεκτῆσθαι, τουτέστιν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ ἄρα ἀλλότριος ὁ νόμος τῆς γνώσεως καὶ τῆς ἀληθείας. διὰ γὰρ τῆς ἐν αὐτῷ μορφώσεως ἐπέγνωσαν οἱ κήρυκες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν. δݲ καὶ λݲαݲ σχόλιον. »Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν«. δݲ καὶ λݲαݲ ἔλεγχος. Τό »ἔτι« καὶ <τό> »ἀπέθανεν« οὐ δοκήσεως ἀλλὰ ἀληθείας ἐστὶ σημαντικόν. εἰ γὰρ δόκησις ἦν, τίς χρεία τοῦ »ἔτι« λέγεσθαι, δυναμένου τοῦ Χριστοῦ πάντοτε καὶ τότε καὶ νῦν δοκήσει φαίνεσθαι καὶ μὴ λέγεσθαι »ἔτι ὄντων ἡμῶν ἀσθενῶν«; ἀπὸ τοῦ γὰρ »ἔτι« τὸ τότε θανεῖν * ἀπέδωκε καὶ ἐδικαίωσε τῷ θανάτῳ, ἵνα μηκέτι χρείαν ἔχῃ θανεῖν ὁ ὑπὲρ ἁμαρτωλῶν ἅπαξ ἀποθανὼν καὶ δι’ ἑνυτὸν μηκέτι ἀποθηῄσκων. | εݲ καὶ λݲβݲ ἔλγχος. Συντίθεται τῷ νόμῳ τῷ ἅγιον αὐτὸν εἶναι καὶ τῇ, ἐν αὐτῷ ἐντολῇ γενομένῃ, τρισὶ μαρτυρίαις ἀσφαλισάμενος ταύτην, ἁγίαν αὐτὴν λέγων καὶ δικαίαν καὶ ἀγαθήν, ἵνα ἐλέγξῃ σέ, Μαρκίων, καὶ ἡμᾶς διδάξῃ τοῦ ἁγίου εἶναι τὸν νόμον, οὗ καὶ ἡ ἐντολὴ ἁγία, καὶ αὐτὸν τὸν ἅγιον εἶναι καὶ ἀγαθόν. διὸ ἀγαθοῦ οὖσα ἐντολή ἀγαθὴ καλεῖται καὶ ἁγίου οὖσα ἁγία ἐστὶν καὶ δικαίου ὑπάρχουσα δικαία ἐντολὴ καλεῖται, ἑνὸς ὄντος τοῦ τότε καὶ νῦν * , τοῦ ὄντος ἁγίου καὶ δικαίου καὶ ἀγαθοῦ. διὸ καὶ ἡ αὐτοῦ ἐντολή ἡ ἀπὸ τότε καὶ νῦν ἐν νόμῳ καὶ ἐν καινῇ διαθήκῃ ἁγία ὑπάρχει καὶ διακία καὶ ἀγαθή. ϛݲ καὶ λݲγݲ σχόλιον. »Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν«. ϛݲ καὶ λݲγݲ Eἰ ἐν τοῖς ἀποστόλοις καὶ ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου πληροῦται, πῶς σύ, ὧ Μαρκίων, τολμᾷς λέγειν ἀποστόλων τοῦ θεοῦ; ζݲ καὶ λݲδݲ σχόλιον. »Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι«- ζݲ καὶ λݲδݲ ἔλεγχος. Εἰ εἰς δικαιοσύνην Χριστὸς ἐλήλυθεν παντὶ τῷ πιστεύοντι, οὐ τοῦ νόμου τελειουμένου, εἰ μὴ Χριστὸς τελειώσῃ τῇ ἑαυτοὺ παρουσίᾳ, οὐκ ἄρα τελειωθήσεσθε, ὦ Ἰουδαῖοι, ἐν νόμῳ μένοντες, ἐὰν μὴ Χριστὸν ἐνδημήσαντα πιστεύσαντες ὑποδέξησθε. ἀλλὰ οὐδὲ σύ, Μαρκίων, δυνήσῃ σωθῆναι ἐν Χριστῷ, τὴν ἀρχὴν τοῦ κηρύγματος καὶ τὴν ῥίζαν ἀποβαλλόμενος, ὅπερ ἐστὶ νόμος, ἀφ’ οὗπερ Χριστὸς γινωσκόμενος τελειοῖ τὸν μὴ τὸν νόμον βδελυσσόμενον ὡς ἀλλοτριον Χριστοῦ ὑπάρχοντα. ηݲ καὶ λݲεݲ σχόλιον. »Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκεν«. ηݲ καὶ λݲεݲ ἔλεγχος. Εἰ διὰ τοὺ ἀγαπᾶν τὸν πλησίον νόμος πληροῦται, οὐκ ἀλλότριος Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ θεοῦ ὁ νόμος. ὁ κελεύων ἀγαπᾶν τὸν πλησίον· διότι ὁ θεὸς ἀγάπη ἐστὶν καὶ πάντα τὰ ὑπ’ αὐτοῦ κηρυττόμενα ὁμοίως ἀεὶ κηρύττεται, καὶ τότε καὶ νῦν, καὶ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ. Τῆς πρὸς Θεσσαλονικεῖς <αݲ>, πέμπτης ἐπιστολῆς (oὕτω γὰρ κεῖται ἐν τῷ Μαρκίωνι), ὀγδόης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, τὰ πάντα τοῦ Μαρκίωνος διεστραμμένως ἀπ’ αὐτῆς ἔχοντος οὐδὲν ἐξ αὐτῆς παρεθέμεθα. Τῆς πρὸς Θεσσαλονικεῖς δευτέρας, ἕκτης [δὲ] κειμένης παρὰ τῷ Μαρκίωνι, ἐνάτης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, ὁμοίως διαστραφείσης ὑπ’ αὐτοῦ τοῦ Μαρκίωνος, πάλιν οὐδὲν ἐξεθέμεθα. Τῆς πρὸς Ἐφεσίους, ζݲ οὔσης παρὰ τῷ Μαρκίων, εݲ δὲ παρὰ τῷ ἀποστόλῳ κειμένης, τάδε· αݲ καὶ λݲϛݲ σχόλιον. »Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθην, οἱ λεγόμενοι ἀκροβυστία ὕπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἱσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλτίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὐμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕα« καὶ τὰ ἑξῆς. αݲ και λݲςݲ ἔλεγχος. Τό »μνημονεύοντες« καιροῦ σημαίνει τὸ εἶδος καὶ <τό> »οἱ λεγόμενοι ὑπὸ τῆς λεγομένης« τῶν πραγμάτων τοὺς τύπους σημαίνει καὶ τό »ἐν σαρκί«, ἱνα δείξῃ τὸν τύπον τὸν ἐν τῇ σαρκὶ ἀπεκδεχόμενον τὸν τοῦ πνεύμτος καιρόν, ἱνα τὰ ἐντελέστερα ἀπὸ τοῦ τύπου δείξῃ. χωρὶς γὰρ Χριστοῦ τῆς πολιτείας τοῦ Ἱσραὴλ ἡ ἀκροβυστία ἀπηλλοτρίωτο, ἀπηλλοτριωμένη δὲ ξένη ἦν ἐπαγγελίας καὶ διαθήκης, καὶ οἱ ἀπὸ ταύτης ὁρμώμενοι ἐλπίδα οὐκ εἶχον, ἀλλ’ ἄθεοι ἦσαν ἐν τῷ κόσμῳ, ὡς ἀποδέδεικται ἀπὸ τῶν τοῦ ἀποστόλου ῥημάτων. ἀλλὰ σύ, Μαρκίων, οὔτε ὁρᾷς οὔτε ἀκούεις, ἐπεὶ ἂν ἐνόεις πόσων ἀγαθ[ν παραίτιον τὸν νόμον φάσκει ὁ ἄγιος ἀπόστολος τοῖς ἐν τῷ νόμῳ πρὸς τὸν τότε καιρὸν πεπολιτευμένοις· »ἐν γὰρ Χριστῷ Ἰησοῦ οἱ ποτὲ μακρὰν νῦν <ἐγενήθητε> ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.« εἰ δὲ τὰ ἀμφότερα ἐποίησεν ἓν καὶ οὐ τὰ μὲν ἀνεῖλεν τὸ δὲ ἕτερον συνεστήσατο, ἄρα γε ο'δὲ τὸ πρότερον ἀλλότριον αὐτοῦ οὐδὲ τὸ δεύτερον διεῖλεν ἀπὸ τοῦ ρώτου, ἀλλὰ τὰ ἀμφότερα εἰς ἓν συνήὡς γαγεν οὐχ ἁπλῶς οὐδὲ δοκήσει, ἀλλὰ ἐναργῶν ἐν τῷ αἵματι αὐτοῦ, ὡς ἡ ἀσφαλὴς τοῦ ἀποστόλου ὑποδείκνυσι διδασκαλία. βݲ καὶ λݲζݲ σχόλιον. »Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«. βݲ καὶ λݲζݲ ἔλεγχος. Πόθεν τῷ ἀποστόλῳ τό »διὸ λέγει« ἀλλὰ ἀπὸ τῆς παλαιᾶς δῆλον διαρήκης; τοῦτο δὲ ἐμφέρεται παρὰ τῷ Ἠλίᾳ. πόθεν δὲ ὡρμᾶτο ὁ Ἠλίας; ἀλλὰ εἷς ἦν τῶν προφητῶν τῶν κατὰ νόμον πεπολιτευμένων, ἀπὸ νόμου καὶ προφητῶν ὁρμώμενος. εἰ δὲ ἐν Χριστῷ ἐπροφήτευσε τό »ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός«, ἄρα γε τὸ πρωτότυπον διὰ Λαζάρου καὶ τῶν ἄλλων ἐπεπλήρωντο, περὶ οὗ οἱ αὐτοὶ ἀμφέβαλλον, Μάρθα καὶ Μαρία λέγουσαι »ἤδη ὄζει, τεταρταῖός ἐστι« καὶ τῶν τοῦ ἀρχισυναγώγου λεγόντων »μηκέτι σκύλλετε τὸν διδάσκλον« καὶ αὐτοῦ λέγοντος »μὴ φοβεῖσθε· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει·. σαφῶς γὰρ ἔκτοτε τὸ κήρυγμα ἐκάλει ἀνάστασιν διὰ Χριστοῦ ἔσεσθαι καὶ τὸ ἐξουσιαστικὸν τῆς εὐχερείας ὑπεδείκνυεν, ἵνα τὸ δυνατὸν τοῦ Χριστοῦ ὑποδείξῃ, ὅτι ὡς τῷ ἀνθρώπῳ εὐχερὲς οὐ τὸν ἀποθανόντα ἀλλὰ τὸν καθεύδοντα διὰ φωνῆς ἐγεῖραι, οὕτως καὶ τῷ Χριστῷ ἦν ἑτοιμότατα τὸ εἰπεῖν· »Λάζαρε, δεῦρο ἔξω« καὶ τό »κουμὶ κουμὶ ταλιθά« τουτέστιν ἀνάστηθι ἡ παῖς. δι’ ὧν * καὶ ἐναργῶν ἀποδείξεων ἐσήμανεν ὁ λόγος τὴν ἡμῶν κλῆσιν ἀπὸ νεκρῶν ἔργων καὶ ὕπνου βαρέος ἡμῶν τῶν ποτε καθευδόντων, ἀνεγείροντά <τε> τὸν Χριστὸν καὶ διὰ τῆς κλήσεως φωτίζοντα ἡμᾶς· ἥτις γέγονε δευτέρα αὕτη σχέσις. τὸ δὲ τέλειον καὶ καθαολικὸν προσδοκώμενον, ὅταν ὁ αὐτὸς ὁ λέγων »ἐγώ εἰμι ἡ ἀνάστασις«, πάντας καλέσῃ καὶ ἐγείρῃ σώματι καὶ ψυχῇ καὶ φωτίσῃ ἐν τῇ αὐτοῦ μελλούσῃ παρουσίᾳ. γݲ καὶ λݲηݲ σχόλιον. »Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, παρὰ τό »τῇ γυναικί«. γݲ καὶ λݲηݲ ἔλεγχος. Ἀποδέδεικται πολλάκις μὴ ἀλλότρια εἶναι τὰ ἐν τῷ νόμῳ τοῖς ὑπὸ τοῦ ἀποστόλου διδακομένοις, κἄν τε σύ, ὦ Μαρκίων, παρακόψῃς τό »<τῇ> γυναικί«. ἀπὸ τοῦ γάρ »ἔσονται εἰς σάρκα μίαν« δήλη σου ἔσται ἡ πᾶσα ῥᾳδιουργία. Τῆς πρὸς Κολασσαεῖς, ηݲ παρὰ τῷ Μαρκίωνι κειμένης, παρὰ δὲ τῷ ἀπστόλῳ ςݲ κειμένης· αݲ καὶ λݲθݲ σχόλιον. »Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων ὃ ἐστιν σκιὰ τῶν μελλόντων«. αݲ καὶ λݲθݲ ἔλεγχος. Οὐδαμόθεν ὑποπίπτει σκιά, ὦ Μαρκίων, ἀλλ᾿ ἢ ἀπὸ σώματος καὶ σῶμα οὐ δύναται εἶναι, σκιᾶς ἀπ᾿ αὐτοῦ μὴ φαινομένης. ὅθεν πεισθῆναι ἀφείλουσιν οἱ ἀπὸ σοῦ ἠπατημένοι διὰ τῶν ἔτι παρὰ σοῦ φυλαττομένων τῆς ἀληθείας τῶν θείων γραφῶν λειψάνων, ὅτι μελλόντων ἀγθῶν ἀποκαλύπτεσθαι οὐκ ἀλλότρια ἦν τὰ τότε δικαιώματα, προσκαίρως προστεταγμένα περὶ βρώσεως καὶ πάσεως καὶ μέρους ἑορτῶν καὶ νεομηνιῶν καὶ σαββάτων· ὧν ἀγαθῶν σκιαὶ ἦσαν τὰ προειρημένα, δι᾿ ὧν σκιῶν τὸ σῶμα κατειλήφαμεν τῶν ἐνεστώτων ἀγαθῶν, ἐν νόμῳ μὲν σκιαγραφηθέντων ἐν Χριστῷ δὲ τελειωθέντων. Πρὸς Φιλήμονα θݲ· οὕτως γὰρ παρὰ τῷ Μαρχίωνι κεῖται, παρὰ δὲ τῷ ἀποστόλῳ ἐσχάτη κεῖται· ἔν τισιν δὲ ἀντιγράφοις τρισκαιδεκάτη πρὸ τῆς πρὸς Ἑβραίους τεσσαρεσκαιδεκάτης τέτακται, ἄλλα δὲ ἀντίγραφα ἔχει τὴν πρὸς Ἑβραίους δεκάτην πρὸς τῶν δύο πρὸς Τιμόθεον καὶ Τίτον καὶ Φιλήμονα. πάντα δὲ τὰ ἀντίγραφα τὰ σῷα καὶ ἀληθῆ τὴν πρὸς Ῥωμαίους ἔχουσι πρώτην, οὐχ ὡς σύ, Μαρκίων, τὴν πρὸς Γαλάτας ἔταξας πρώτην. ὅμως ἀπὸ ταύτης τῆς πρὸς Φιλήμονα οὐδὲν παρεθέμεθα. θέμεθα, διὰ τὸ ὁλοσχερῶς αὐτὴν ἐνδιαστρόφως παρ᾿ αὐτῷ κεῖσθαι. Πρὸς Φιλιππησίου ι·ݲ οὕτως γὰρ παρὰ τῷ Μαρχίωνι κεῖται ἐσχάτη καὶ δεκάτη, παρὰ δὲ τῷ ἀποστόλῳ ἕκτη. ὡσαύτως οὐδὲ ἀπ᾿ αὐτῆς, διὰ τὸ διαστρόφως παρ᾿ αὐτῷ κεῖσθαι, οὐδὲν ἐξελεξάμεθα. Αὕτη πεπλήρωται ἡ τοῦ Μαρκίωνος σύνταξις <τῆς τῶν> ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ τοῦ ἀποστόλου σῳζομένων λειψάνων λόγων τε ὑποθέσεως· ἀφ᾿ ἧς ἀναλεξάμενοι τὰ κατ᾿ αὐτοῦ ἀπὸ τῶν παρ᾿ αὐτοῦ σῳζομένων τοὺς ἐλέγχους παρεθέμεθα. προσέθετο δὲ ἐν τῷ ἰδίῳ ἀποστολικῷ καλουμένῳ καὶ τῆς καλουμένης πρὸς Λαοδικέας αݲ καὶ μݲσχόλιον. »Εἷς κύριος, μία πίστις, ἕν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν«. αݲ καὶ μݲ ἔλεγχος. Συνᾳδόντως μὲν τῇ πρὸς Ἐφεςίους, ὦ Μαρκίων, κίων, καὶ ταύτας τὰς κατὰ σοῦ μαρτυρίας ἀπὸ τῆς λεγομένης πρὸς Λαοδικέας συνήγαγες, ἵνα ἐπὶ τῷ τέλει τοῦ συντάγματος μάθωμεν ἀνγνόντες τὰ παρὰ σοὶ καὶ γνόντες τὰ κατὰ σὲ καταγνῶμεν τῶν διὰ σοῦ ἀλλοτρίως ἀπινενομημένων τριῶν ἀνάρχων ἀρχῶν διαφορὰς 20 πρὸς ἀλλήλας ἐχουσῶν. οὐχ οὕτως γὰρ ἔχει ἡ τοῦ ἁγίου ἀποστόλου ὑπόθεσις καὶ ἠσφαλισμένον κήρυγμα, ἀλλὰ ἄλλως παρὰ τὸ σὸν ποιήτευμα. σαφῶς γὰρ ἔφη »ἕνα κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα θεὸν τὸν αὐτὸν πατέρα πάντων, τὸν αὐτὸν ἐπὶ πάντων, τὸν αὐτὸν διὰ πάντων καὶ ἐν πᾶσι«, διά τε νόμου καὶ προφητῶν καὶ ἐν πᾶσιν ἀποστόλοις καὶ ἐν τοῖς καθεξῆς.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
