Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 12
Epiphanius, Panarion (Adversus haereses) 12.4
Not analysed yet
ναί, ἐγεννήθη ὁ Χριστὸς κατὰ σάρκα δῆλον· ἰδοὺ γὰρ αὐτὸς ὁμολογῶ ὅτι ὁ Λόγος σὰρξ ἐγένετο. ἀλλὰ μὴ ἐξότε ἐγένετο σάρξ, νομίσητε τὸν αὐτὸν εἶναι· οὐκ ἔστι γὰρ ἀπὸ χρόνων Μαρίας μόνον, ὡς ἕκαστος ἡμῶν ἀφ᾿ ὅτου γεννᾶται ὑπάρχει, πρὶν δὲ τοῦ γεννηθῆναι οὐκ ἔστιν.