Ancient Greek
12.9 to 12.10
Epiphanius, Panarion (Adversus haereses) 12.9-10
Not analysed yet
μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γινονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς β καὶ κ ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ ἐστιν ὀκτώ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσεν. καὶ ἐντεῦθεν ἀποδεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. ἐπεὶ οὖν ἐκ τριῶν δυνάμεων ἥνται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρίς γὰρ τριάκοντα ἐνενήκοντα. καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ᾿ ἑαυτῆς συντεθεῖσα ἐννέα ἐγέννησεν. οὕτως τε ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα παρ᾿ αὐτοῖς ἀπεκύησεν ἀριθμόν.