Ancient Greek
13.1 to 13.3
Epiphanius, Panarion (Adversus haereses) 13.1-3-3
Not analysed yet
13. Καὶ ὅτε διήγηται ταῦτα πάντα, λέγει »ταῦτα ἐγένετο ἐν Βηθαβαρᾷ«· ἐν δὲ ἄλλοις ἀντιγράφοις »ἐν Βηθανίᾳ, πέραν τοῦ Ἰορδάνου«. καὶ μετὰ ταῦτα δείκνυσιν ὅτι εἶπον αὐτῷ οἱ ἀπὸ Ἰωάννου μαθηταί· »Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλθον, καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. «καὶ τῇ αὔριον, »ὥρα ἦν ὡς δεκάτη, ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ· εὑρίσκει αὐτὸς πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν Μεσσίαν, τὸν μεθερμηνευόμενον Χριστόν. οὗτος ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς,ὃ ἑρμηνεύεται Πέτρος.