Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 13
Epiphanius, Panarion (Adversus haereses) 13.5
Not analysed yet
ἦλθεν γάρ, φησίν, μία δαίμων καὶ ἐκράτησε κοὶ εἰπεν αὐτῷ ὅτι ποῦ πορεύῃ; ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν καὶ ὡδε ἀφεῖναι τὰ τέκνα σου. καί, φησίν, λέγει· πόθεν ἔχεις τέκνα ἀπ’ ἐμοῦ καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ; λέγει, φησίν· ναί, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀπορροίᾳ τῶν σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μεταλαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα καὶ γεννῶσά σοι υἱούς.