Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 13
Epiphanius, Panarion (Adversus haereses) 13.7
Not analysed yet
καὶ πολλὴ ἀτοπία τῆς αὐτῶν μωρολογίας. βούλονται γὰρ τὴν τὴν αὐτῶν μαρτυρίαν τὴν ἀπὸ τῆς ἐπιστολῆς τοῦ Ἰούδα μᾶλλον εἰς ἑαυτοὺς δῆθεν ἐπάγεσθαι ἐν τῷ λέγειν »καὶ οἱ μὲν ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν«. οὐκ εἶπεν δὲ ὁ μακάριος Ἱούδας ὁ ἀδελφὸς τοῦ κυρίου περὶ ἐνυπνιαζομένων ἐν σώμασιν· εὐθὺς γὰρ ἐπιφέρει καὶ δεικνύει ὅτι περὶ τῶν ἐνυπνιαζομένων *λέγει, τῶν λαλούντων ὡς δί ὀνειράτων τὰ αὐτῶν ῥήματα καὶ οὐκ ἐν ἀνανήψει γρηγορήσεως λογισμῶν.