# Panarion (Adversus haereses) 14-2

Epiphanius, Panarion (Adversus haereses), Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ., Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/14-2

14. Tιμῶσι δὲ οἱ τοιοῦτοι καὶ τόπον τινὰ ἔρημον ἐν τῇ Φρυγίᾳ, Πέπουζάν ποτε καλουμένην πόλιν, νῦν δὲ ἠδαφισμένην, καί φασιν ἐκεῖσε κατιέναι τὴν ἄνωθεν Ἱερουσαλήμ. ὅθεν ἐκεῖ ἀπερχόμενοι μυστήριά τινα ἐπιτελοῦσιν ἐν τῷ τόπῳ καὶ ἁγιάζουσιν <ἑαυτούς>, ὡς ὑπολαμβάνουσιν. ἔστι γὰρ καὶ τὸ γένος ἐν τῇ Καππαδοκίᾳ καὶ Γαλατίᾳ καὶ ἐν τῇ προειρημένῃ Φρυγίᾳ, ὅθεν κατὰ Φρύγας ἡ αἵρεσις καλεῖται· ἀλλὰ καὶ ἐν Κιλικίᾳ καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον. Ἵνα δὲ μηδὲν καταλείψωμεν τῶν πρὸς ὄνομα ἑκάστης αἱρέσεως ὑφ´ ἡμῶν προδεδηλωμένης, καὶ περὶ τοῦ Τασκοδρουγιτῶν ὀνόματος αὖθις ἐροῦμεν· ἔστι γὰρ τὸ ὄνομα τοῦτο ἢ ἐν αὐτῇ ταύτῃ ἢ ἐν τῇ μετ´ αὐτὴν τῶν Κυϊντιλλιανῶν καλουμένῃ· ἀπ´ αὐτῶν γὰρ τούτων ὁρμᾶται καὶ τοῦτο τὸ ὄνομα. καλοῦνται δὲ διὰ τοιαύτην αἰτίαν Τασκοδρουγῖται· τασκὸς παρ´ αὐτοῖς πάσσαλος καλεῖται, δροῦγγος δὲ μυκτὴρ εἴτ´ οὖν ῥύγχος καλεῖται, καὶ ἀπὸ τοῦ τιθέναι ἑαυτῶν τὸν δάκτυλον τὸν λεγόμενον λιχανὸν ἐπὶ τὸν μυκτῆρα ἐν τῷ εὔχεσθαι, δῆθεν κατηφείας χάριν καὶ ἐθελοδικαιοσύνης, ἐκλήθησαν ὑπό τινων Τασκοδρουγῖται τουτέστιν πασσαλορυγχῖται. ἐν ταύτῃ δὲ τῇ αἱρέσει ἢ ἐν τῇ συζόγῳ αὐτῆς τῇ τῶν Κυϊντιλλιανῶν εἴτ᾿ οὖν Πρισκιλλια- νῶν καὶ Πεπουζιανῶν καλουμένῃ, δεινόν τι καὶ ἀθέμιτον ἔργον φασὶ γίνεσθαι. παῖδα γὰρ κομιδῆ νήπιον ὄντα κατὰ ἑορτήν τινα δι᾿ ὅλου τοῦ σώματος κατακεντῶντες χαλκαῖς ῥαφίσι τὸ αἷμα αὐτοῦ προσπορίζονται ἑαυτοῖς, εἰς ἐπιτήδευσιν δῆθεν θυσίας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
