# Panarion (Adversus haereses) 14.1-2-4

Epiphanius, Panarion (Adversus haereses), 14.1 to 14.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/14.1-2

14. Ὅρα δὲ τὴν παρ᾿ αὐτοῖς παραπεποιημένην πανταχόθεν διδασκαλίαν, πῶς πάντα χωλά, λοξὰ καὶ οὐδεμίαν ὀρθότητα ἔχοντα. ὁ μὲν γὰρ Κήρινθος καὶ Καρποκρᾶς, τῷ αὐτῷ χρώμενοι δῆθεν παρ᾿ αὐτοῖς εὐαγγελίῳ * ἀπὸ τῆς ἀρχῆς τοῦ κατὰ Ματθαῖον εὐαγγελίου διὰ τῆς γενεαλογίας βούλονται παριστᾶν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας εἶναι τὸν Χριστόν. οὑτοι δὲ ἄλλα τινὰ διανοοῦτναι. παρακόψαντες γὰρ τὰς παρὰ τῷ Ματθαίῳ γενεαλογίας ἄρχονται τὴν ἀρχὴν ποιεῖσθαι ὡς προείπομεν, λέγοντες οτι »ἐγένετο« φησίν »ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἐπὶ ἀρχιερέως Καϊάφα, ἦλθέν τις Ἰωάννης ὀνόματι βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ« καὶ τὰ ἑξῆς· ἐπειδὴ γὰρ βούλονται τὸν μὲν Ἰησοῦν ὄντως ἄνθρωπον εἶναι, ὡς προεῖπον, Χριστὸν δὲ ἐν αὐτῷ γεγενῆσθαι τὸν ἐν εἴδει περιστερᾶς καταβεβηκότα καθάπερ ἤδη καὶ παρ᾿ ἄλλαις αἱρέσεσιν εὑρήκαμεν) συναφθέντα <τε> αὐτῶ, καὶ εἶναι | αὐτὸν τὸν Χριστὸν * ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς γεγεννημένον.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
