# Panarion (Adversus haereses) 14.1-4-9

Epiphanius, Panarion (Adversus haereses), 14.1 to 14.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/14.1-4

14. Βούλομαι δὲ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατ’ εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ Δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσιν διηγήσασθαι. πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά φασιν, πῦρ ὕδωρ γῆν ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω πρότης τετράδος, τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρόν, ξηρόν τε καὶ ὑγρόν, ἀκριβῶς ἐξεικονίζειν τὴν ογδοάδα. ἑξῆς * δέκα δυνάεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν † σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρα- νοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκον, ὃν καὶ ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ Ζωῆς, προελθούσης, τὴν Τε δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου. τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσιν. καὶ ἐπεὶ ἀντεπεζεύχθη, φασί, τῇ τῶν ὅλων φορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ϋπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περιοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. τὴν σελήνην τε πάλιν τὸν ἑαυτῆς οὐρανὸν ἐμπεριερχομένην τριάκοντα ἡμέραις διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶν περιερχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάδα φανερὰν ποιεῖν, καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς > φαειῆς δωδεκάδος εἶναι. ἀλλὰ μὴν καὶ τὴν ὥραν φασί, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τριακοντάδος. καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτως δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
