Ancient Greek
14.10 to 14.12
Epiphanius, Panarion (Adversus haereses) 14.10-12
Not analysed yet
ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα δι{μρῆσθαι φάσκοντες καὶ καθ᾿ ἕκαστον κλίμα ἀνὰ >δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῌ τὴν ἀπόρροιαν δυνάμει τύπον εἲναι τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται. Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν Δημιουρηὸν τῆς ἄνω Ὀγδοάδος δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ ἀίδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν <αὐτὸν> εἲαι Ὑστερήματος, εἰς χρόνους καὶ καιρούς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον.