Ancient Greek
15.1 to 15.3
Epiphanius, Panarion (Adversus haereses) 15.1-3
Not analysed yet
15. Καὶ εὐθὺς μὲν οὑν ἐλέγχονται εἰς ὅ φαντασιοῦνται καὶ προφασίζονται περὶ τοῦ ξύλου τοῦ ἐν τῷ πρώτῳ ψαλμῷ εἰρημένου ὅτι »δώσει τὸν καρπὸν αὐτοῦ ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυησεται«. ἀνωτέρω γὰρ κεῖται οτι »ἐν τῷ νόμῳ κυρίου το θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός‘. νόμον δὲ οὗτοι καὶ προφήτας ἀρνοῦνται. εἰ δὲ νόμον κυρίου ἀρνοῦνται, σὺν τῷ νόμῳ καὶ τὸν λαλήσαντα ἐν τῷ νόμῳ συκοφαντοῦ- σιν· πλανῶνται δὲ καθ' ὑπόνοιαν καὶ ἐκπεπτώκασιν τῆς ἀληθείας, κρίσιν τε οὐχ ἡγοῦνται οὔτε ἀνάστασιν ὁμολογοῦσιν. ὅσα δὲ πράττουσιν ἐν τῷ σώματι ἡδονῆς ἔμπλεοι γινόμενοι ταῦτα ἀποκαρποῦνται ἐκβακχευόμενοι ταῖς τοῦ διαβόλου ἡδοναῖς τε καὶ ἐπιθυμίαις, ὡς πάντῃ τε καὶ πανταχοῦ ἐλέγχονται ἀπὸ τοῦ τῆς ἀληθείας λόγου·