# Panarion (Adversus haereses) 15.1-4-5

Epiphanius, Panarion (Adversus haereses), 15.1 to 15.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/15.1-4

15. Καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ᾿ ἑκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν >. τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ᾿ αὐτοῖς καρποφορήσας. ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντας τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. ὁ γὰρ Μωυσῆς, φασίν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν ὅλων ἐπέδειξεν εἰπών »ἐν ἀρχ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«. τέσσαρα οὖν ταῦτα ὀνομάσας, θεὸν καὶ ἀρχήν, οὐρανὸν καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσεν. καὶ τὸ ἀόρατον δὲ καὶ ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν »ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος«. τὴν > δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, ἄβυσσον ὀνομάζοντα καὶ σκότος ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ καὶ τὸ ἐπφερόμενον τῷ ὕδατι πνεῦμα. μεθ᾿ ἣν τῆς δεκάδος μηνμονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ ἑσπέραν καὶ ὃ καλεῖται πρωΐ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην καὶ δεκάτῳ τόπῳ τὸ ξύλον·

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
