Ancient Greek
15.3 to 15.4
Epiphanius, Panarion (Adversus haereses) 15.3-4
Not analysed yet
ἐν ταῖς οὐν Περιόδοις τὸ πᾶν εἰς ἑαυτοὺς μετήνεγκαν, καταψευσάμενοι Πέτρου κατὰ πολλοὺς τρόπους, ὡς αὐτοῦ καθ’ ἡμέραν βαπτιζομένου ἁγνισμοῦ ἕνεκεν, καθάπερ καὶ οὐτοι· ἐμψύχων τε τὸν αὐτὸν ἀπέχεσθαι καὶ κρεῶν, ὡς καὶ αὐτοί, καὶ πάσης ἄλλης ἐδωδῆς τῆς ἀπὸ σαρκῶν πεποιημένης λέγουσιν, ἐπειδήπερ καὶ αὐτὸς Ἐβίων καὶ Ἐβιωνῖται παντελῶς τούτων ἀπέχονται. ὅταν δὲ ἐρωτήσῃς ἕνα τῶν αὐτῶν, τίνος ἕνεκεν ἐμψύχων οὐ μεταλαμβάνουσι, μὴ ἔχοντές τι διηγήσασθαι ἀποκρίνονται ἀσυνέτως καὶ λέγουσι· διὰ τὸ ἐκ συνουσίας καὶ ἐπιμιξίας σωμάτων εἰναι αὐτὰ οὐ μεταλαμβάνομεν, ὡς εἰναι αὐτοὺς ὅλους τοὺς ἀπὸ ἐπιμιξίας ἀνδρός τε καὶ γυναικὸς βδελυκτοὺς κατὰ τὰ ὑπὸ τοῦ στόματος αὐτῶν ληρωδῶς εξεμεθέντα.