Ancient Greek
15.6 to 15.7
Epiphanius, Panarion (Adversus haereses) 15.6-7
Not analysed yet
ἀλλὰ καὶ ἴνα δείξῃ τὴν σαφῆ ἁγνείαν καὶ τὴν διὰ τοῦ ἐδιάζειν ἁγιαστείαν, φάσκει τῇ Μαριάμ »μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα«, ἵνα δείξῃ τὴν ἁγνείαν ἀμέτοχον σωμάτων καὶ ἀμιγῆ. ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ λέγει προθεσπίζον τὸ ἅγιον πνεῦμα καὶ διὰ τοὺς πρώην καὶ >μετέπειτα »μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι καὶ εὐνοῦχος ὃς οὐκ εἰργάσατο ἐν χεροὶν ἀνόμημα«, ἴνα παρακόψῃ τὰ διὰ τοῦ μύθου αὐτῶν ἐν χερσὶν αἰσχρουργηματα.