Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 15
Epiphanius, Panarion (Adversus haereses) 15.7-4
Not analysed yet
κάκεῖθεν παρελθὼν εἰς τὴν Καφαρναοὺμ πάλιν κατῴκησε. καὶ ἐλθὼν εἰς τὰ μέρη τῆς θαλάσσης, ὥς φησιν ὁ Ματθαῖος, εἶδε Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.