Ancient Greek
15.9 to 15.15
Epiphanius, Panarion (Adversus haereses) 15.9-2-15
Not analysed yet
ὅτε λέγει τῷ Πέτρῳ μετὰ τὴν διδασκαλίαν »ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλά σατε τὰ δίκτυα«, οἱ δὲ εἶπον »ἐπιστάτα« (ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάννου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον <περὶ> αὐτοῦ ἀκούσαντες ὅτι »ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, καὶ ὅτι παρ᾿ αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν). καὶ εἰς τὴν δευτέραν ἐξῆλθον μετέπειτα ἄγραν, ἐπὶ τῷ πλήθει τῶν ἐχθύων αὐτῶν θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι »ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε«· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας. ὁ δὲ εἶπε »μὴ φοβοῦ«, παραθαρσύνων αὐτόν, ὅτι οὐκ ἀπηγορεύθη ἀλλὰ ἔτι δύναται τῆς κλήσεως ἔχεσθαι, ὅτι, φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας. ἦσαν γὰρ κοινωνοί, ὥς φησι, τῷ Σίμωνι· καθάπερ ἄνω κἀμοὶ προ- δεδήλωται ἐκ τῆς ὑποθέσεως ταύτης <τῶν> δύο μὲν ἀκολουθησάντων αὐτῷ παρὰ Ἰωάννου <δὲ> ἀκηκοότων *,ὧν δύο εἷς ἦν ὁ Ἀνδρέας, <καθὼς> ἔφημεν, διανενοημένοι καλλίστως τὸν ἕτερον εἶναι πάλιν τάχα ἕνα τῶν υἱῶν Ζεβεδαίου διά τε τὸ συνεργὸν καὶ μέτοχον καὶ κοινωνικόν. καὶ λοιπὸν μετὰ ταῦτα πάντα καταλείψαντες οἱ τέσσαρες τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία. ὥστε ἐξ ἅπαντος δείκνυσθαι ὅτι οὐδεμία σκολιότης οὐδ᾿ ἐναντιότης ἐν τοῖς ἁγίοις εὐαγγελίοις οὐδὲ παρὰ τοῖς εὐαγγελισταῖς εὑρίσκεται, ἀλλὰ πάντα σαφῆ. χρόνων δέ εἰσι διαστάσεις· ἐντεῦθεν γὰρ καὶ ἐπέκεινα, τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναγθέτων καὶ ἀκολουθούντων, ἐγένετο διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε·