# Panarion (Adversus haereses) 16.1-6-6

Epiphanius, Panarion (Adversus haereses), 16.1 to 16.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/16.1-6

16. πρῶτον μὲν βαπτισθέντος αὐτοῦ κατ᾿ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, † ὡς ἔφημεν, πρὸ ἕξ εἰδῶν Νοεμβρίων — τουτέστιν πρὸ ἐξήκοντα ἡμερῶν πλήρης τῆς ἡμέρας τῶν Ἐπιφανείων, ἥ ἐστιν ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως, ὡς ἔχει ἡ μαρτυρία τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅτι »ἦν Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριά- κοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ«. ην γὰρ τῷ μὲν ὄντι εικοσι ἐννέα ἐτῶν καὶ μηνῶν δέκα, ὅτε ἐπὶ τὸ βάπτισμα ἧκε, τριάκοντα μὲν ἐτῶν, ἀλλ᾿ οὐ πλήρης· διὸ λέγει »ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα« — λοιπὸν ἐξεβλήθη εἰς τὴν ἔρημον. ἀπ᾿ ἐντεῦθεν οὖν αἱ τεσσαράκοντα ἡμέραι τοῦ πειρασμοῦ ἀκολούθως φαίνονται καὶ αἱ δύο τοῦ πειρασμοῦ ἐπὶ τὴν Γαλιλαίαν, τουτέστιν εἰς τὴν Ναζαρὲτ καὶ περὶ τὰ ὅρια αὐτῆς, καὶ μία ἡμέρα ὅτε ἦλθεν πρὸς Ἰωάννην, ὅτε ἔφη ὁ Ἰωάννης »ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, καὶ ἡ ἐπαύριον <ὅτε> »τάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε, ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ«. εἶτα φησίν »ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ καὶ ἠκολούθησαν τῷ Ἰησοῦ«. αὕτη δὲ ἦν οκτωκαιδεκάτη μετά τὸν πειρασμὸν ἡμέρα, καθὼς προείπαμεν, πρώτη δὲ ἀπὸ Ἰωάννου ὅτε ἠκολούθησαν τῷ Ἰησοῦ οἱ περὶ Ἀνδρέαν καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην (ὥρα ἦν ὡς δεκάτη), ὅτε καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Σίμωνα εὑρὼν ὁ Ἀνδρέας ἤγαγε πρὸς τὸν Ἰησοῦν. εἶτα λέγει τὸ εὐαγγέλιον »τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ κύριος· ἀκολούθει μοι«. αὕτη δὲ ἦν ἐννεακαιδεκάτη ἡμέρα μετὰ τὸν πειρασμόν, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, * Φιλίππου τὴν κλῆσιν καὶ τοῦ Ναθαναήλ.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
