Ancient Greek
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ., Chapter 16
Epiphanius, Panarion (Adversus haereses) 16.13
Not analysed yet
ἤδη δὲ ἐν πολλαῖς μαρτυρίαις ἐδείξαμεν τὸν ἕνα ὅντα θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦλ ἀγαρὸν ὅντα καὶ ἀγαθὸν γεννήσαντα, ἀγάπην ὅντα καὶ ἀγάπην γεννήσαντα, πηγὴν ὄντα ζωῆς καὶ ζωῆς πηγὴν γεννήσαντα (»παρὰ σοὶκ γὰρ πηγὴ ζωῆς« φησὶν ἡ γραφή), ἀλήθειαν ὅντα καὶ ἀλήθειαν γεννήσαντα, φῶς ὅντα καὶ φῶς γεννήσαντα, ζωὴν ὅντα καὶ ζωὴν γεννήσαντα ἀνάρχως καὶ ἀιδίως καὶ ἀχρόνως. καὶ ἐλήλεγκται κατὰ πάντα ἡ τοῦ Μαρκόωνος πλάνη.