Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 16
Epiphanius, Panarion (Adversus haereses) 16.7
Not analysed yet
Ταύτην σύνταξιν καὶ οὐσίαν τῆς ὕλης γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος συνέστηκεν. ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου καὶ τοῦ Δημιουργοῦ πᾶσαν ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴv ἀρχὴν ἐσχηκέναι. ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς γεγονέναι πᾶσαν ἕνυγρον οὐσίαν, ἀπὸ δὲ τοῦ γέλωτος τὴν φωτεινήν, ἀπὸ δὲ τῆς λύπης καὶ ἐκπλήξεως τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα.