Ancient Greek
16.7 to 16.9
Epiphanius, Panarion (Adversus haereses) 16.7-2-9
Not analysed yet
καὶ λοιπὸν τῇ τρίτῃ ἡμέρᾳ, λέγει, γάμος ἐγέ- νετο ἐν Κανᾷ τῆς Γαλιλαίας, μετὰ τὰς δύο τὰς προειρημένας ἀπὸ Ἰωάννου ἡμέρας. προστιθεμένων τοίνυν τῶν εἴκοσι ἡμερῶν ταῖς τεσσαράκοντα τοῦ πειρασμοῦ δύο μῆνες τελοῦνται, οἵτινες τοῖς δέκα μησὶ συναπτόμενοι ἐνιαυτὸν τελοῦσιν, ὅ ἐστι πλήρωμα τριάκοντα ἐτῶν ἀπὸ τῆς γεννήσεως τοῦ κυρίου, καὶ εὑρίσκεται τὸ πρῶτον σημεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τριακοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς. λοιπὸν δ᾿ ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα ἐργάζεται καὶ τὸ κήρυγμα διδάσκει, δεικνυμένης εἰς ἅπαντας ἀνθρώπους τῆς θαυμαστῆς καὶ ἀρρήτου αὐτοῦ φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας, ὡς πολλάκις ἠναγκάσθην φῆσαι διὰ τὴν τῶν ἠπατημένων ἀγνωσίαν τῶν ἀντιλέγειν ἀκολούθως ἐκτεθείσῃ.