# Panarion (Adversus haereses) 16.8-2-12

Epiphanius, Panarion (Adversus haereses), 16.8 to 16.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/16.8-2

καὶ ἄλλως δέ· εἰ τοῦ δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ πατρὸς ἔργῳ, πρῶτον μὲν εἰς τὸν κόσμον τοὺς ἀνθρώπους [πρῶτον]εἶχεν ἐξολοθρεῦσαι, ἴνα ἀφανίσῃ τὸ ἀπὸ τοῦ ἰδίου πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς τοῦ πατρὸς διαθέσεως. ἢ πάλιν λαβὼν δύναμιν ἱάσεως καὶ θεραπείας καὶ σωτηρίας ὥφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν καὶ πρῶτον πεῖσαι τὸν πατέρα αὐτοῦ κατ᾿αὐτὸν γενέσθαι, ἵνα γενόμενος αὑτῷ τε καὶ τῷ αὐτοῦ πατρὶ ἀγαθὸς τῆς πρὸς τοὺς ἀνθρώπους σωτηρίας <αἰτία>ἡ μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται. ἀλλ᾿οὐχ οὕτως ἔχει ὡς ὁ τούτου κενοφωνούμενος μυθώδης λόγος *. οὔτε γὰρ τρεῖς ἀρχαὶ οὕτε ἄλλος πατὴρ Χριστοῦ οὐδὲ κακίας ἐστὶ γέννημα. μὴ γένοιτο.φησὶ γάρ »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί«. καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι οὐδὲ αὐτὸς ἐν τῷ πατρί. ὁ δὲ κατὰ φύσιν αὐτοῦ πατέρα ἀεὶ ἀγαθὸν καὶ θεὸν ἀεὶ καὶ πάντων δημιουργόν, ἐν αὐτῷ δὲ ὅντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων καὶ ἀληθεύων, κατὰ τοῦ Μαρκίωνος τὴνἀπειλὴν διεξέρχεται λέγων »ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ἀργὴ τοῦ θεοῦ ἐπ᾿αὐτὸν μένει«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
