# Panarion (Adversus haereses) 17.9-14

Epiphanius, Panarion (Adversus haereses), 17.9 to 17.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/17.9

Διοδεύσασαν οὖ πᾶν πάθος τὴν Μητέρα αὐτῶν καὶ μόγις ὑπερκύψασαν ἐπὶ ἱκεσίαν τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς τουτέστιν τοῦ Χριστοῦ δευτέρου κατελθεῖν, τὸν Παράκλητον δὲ ἐξέπεμψεν Ε; αὐτὴν τουτέστι τὸν Σωτῆρα, ἐνδόντος αὐτῷ πᾶσαν τὴν δύναμιν τοῦ Πατρὸς καὶ πᾶν ὑπ᾿ ἐξουσίαν παραδόντος καὶ τῶν Αἰωνων δὲ ὁμοίως, ὁπως »ἐν αὐτῷ τὰ πάντα κτισθῇ, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι θεότητες κυριότητες«. ἐκπέμπεται δὲ πρὸς αὐτὴν μετὰ τῶν ἠλικιωτῶν αὐτοῦ τῶν ἀγγέλων. τὴν δὲ Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσιν πρῶτον μὲν κάλυμμα ἐπιθέσθαι δι᾿ αἰδῶ, μετέπειτα Τε ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ καρποφορίᾳ αὐτοῦ προσδραμεῖν αὐτῷ, δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ. κἀκεῖνον μορφῶσαι αὐτὴν μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς, χωρίσαντα αὐτὰ αὐτῆς, μὴ ἀμελήσαντα δὲ αὐτῶν οὐ γὰρ ἦν δυνατὸν ἀφανισθῆναι Ε; ὡς τὰ τῆς προτέρας, διὰ τὸ ἑκτικὰ ἥδη καὶ δυνατὰ εἶναι), ἀλλ᾿ ἀποκρίναντα χωρίσει συγχέαι καὶ πῆξαι κα ἐξ ἀσωμάτου πάθους εἰς ἀσώματον τὴν] ὕλην μεταβαλεῖν αὐτά· Μ’ οὕτως ἐπιτηδειότητα καὶ φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι δύο οὐσίας, τὴν φαύλην Ε; τῶν παθῶν, τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν Σωτῆρα δεδημιουργηκέναι φάσκουσι. τὴν δὲ Ἀχαμὼθ ἐκτὸς τοῦ πάθους γενομένην, καὶ] συλλαβουσαν τῇ χαρᾷ τῶν σὺν αὐτῷ φώτων τὴν θεωρίαν τουτέστιν τῶν ἀγγέλων τῶν μετ᾿ αὐτοῦ) καὶ ἐγκισσήσασαν σὐτοὺς κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα Ε; διδάσκουσι, κύημα πνευματικὸν καθ’ ὁμοίωσιν γεγονὸς τῶι δορυφόρων τοῦ Σωτῆρος.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
