Ancient Greek
18.1 to 18.7
Epiphanius, Panarion (Adversus haereses) 18.1-3-7
Not analysed yet
18. Τριῶν οὖν ἤδη τούτων ὑποκειμένων κατ’ αὐτούς, τοῦ με) ἐκ τοῦ πάθους, ἦι ὅλη· τοῦ δὲ ἐκ τῆς ἐπιστροφῆς, ὃ ἦν τὸ ψυχικόν · τοῦ Τε ὃ ἀπεκύησεν ,τουτέστιν τὸ πνευματικόν ,οὕτως ἐτράπη ἐπὶ τὴν μόρφωσιν αὐτῶν. ἀλλὰ τὸ μὲν πνευματικὸν μὴ δεδυνῆσθαι αὐτὴν μορφῶσαι, ἐπειδὴ ὁμοούσιον ὑπῆρχεν αὐτῇ. τετράφθαι δὲ ἐπὶ τὴν μόρφωσιν τῆς γενομένης ἐκ τῆς ἐπιστροφῆς αὐτῆς ψυχικῆς οὐσίας προβαλεῖν τε τὰ παρὰ τοῦ Σωτῆρος μαθήματα. καὶ πρῶτον Ε; μεμορφωκέναι αὐτὴν ἐκ τῆς ψυχικῆς οὐσίας λέγουσι τὸν Πατέρα καὶ βασιλέα πάντων, τῶν τε ὁμοουσίων αὐτῷ τουτέστιν τῶν ψυχικῶν, ἃ δὴ δεξιὰ καλοῦσι, καὶ τῶν ἐκ τοῦ πάθους καὶ τῆς ὕλης, ἃ δὴ ἀριστερὰ λέγουσι. πάντα τὰρ τὰ μετ᾿ αὐτὸν φάσκουσι Ε; μεμορφωκέναι, λεληθότως κινούμενον κινούμενον ὑπὸ τῆς Μητρός· ὅθεν καὶ Μητροπάτορα καὶ Ἀπάτορα καὶ Δημιουργὸν αὐτὸν καὶ Πατέρα καλοῦσι, τῶν μὲν δεξιῶν πατέρα λέγοντες αὐτὸν τουτέστιν τῶν ψυχικῶν, τῶν δὲ ἀριστερῶν τουτέστιν τῶν ὑλικῶν δημιουργόν ,συμπάντων δὲ βασιλέα. τὴν γὰρ Ἐνθύμησιν ταύτην βουληθεῖσαν εἰς τιμὴν τῶν Αἰώνων τὰ πάντα ποιῆσαι, εἰκόνας λέγουσι πεποιηκέναι αὐτῶν, μᾶλλον δὲ τὸν Σωτῆρα δι᾿ αὐτῆς. καὶ αὐτὴν με) †ἐν εἰκόνι τοῦ ἀοράτου Πατρὸς τετηρηκέναι ,μὴ γινωσκομένην ὑπὸ τοῦ Δημιουργοῦ, τοῦτον δὲ τοῦ μονογενοῦς υἱοῦ, τῶν δὲ λοιπῶν Αἰώνων τοὺς ὑπὸ τούτου γεγονότας ἀρχαγγέλους τε καὶ ἀγγέλους. Πατέρα οὖν καὶ θεὸν λέγουσιν αὐτὸν γεγονέναι τῶν ἐκτὸς τοῦ Πληρώματος, ποιητὴν ὄντα πάντων ψυχικῶν τε καὶ ὑλικῶν. διακρίναντα γὰρ τὰς δύο σὐσίας συγκεχυμένας καὶ ἐξ ἀσωάτων σωματοποιήσαντα ,δεδημιουργηκέναι τά τε οὐράνια καὶ τὰ γήϊνα, καὶ γεγονέναι ὑλικῶν καὶ ψυχικῶν, δεξιῶν καὶ ἀριστερῶν δημιουργόν, κούφων καἰ βαρέων, ἀνωφερῶν καὶ κατωφερῶν. ἑπτὰ γὰρ οὐρανοὺς κατεσκευακέναι, ὧν ἐπάνω τὸν Δημιουργὸν εἶναι λέγουσιν. καὶ διὰ τοῦτο Ἐβδομάδα καλοῦσιν αὐτόν, τὴν δὲ Μητέρα τὴν Ἀχαμὼθ Ὀγδοάδα, ἀποσῴζουσαν τὸν ἀριθμὸν τῆς ἀρχεγόνου καὶ πρώτης τοῦ Πληρώματος Ὀγδαάδος.