# Panarion (Adversus haereses) 18.1-4-7

Epiphanius, Panarion (Adversus haereses), 18.1 to 18.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/18.1-4

18. Ἀναγκαῖον <δὲ> ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν᾿ ἐπιδείξωσι τὸν κύριον ἡμῶν ἄλλον καταγγέλλοντα πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός, ὃν καθὼς προέφαμεν ἀσεβοῦντες Ὑστερήματος καρπὸν εἶναι λέγουσι. τὸν γοῦν προφήτην Ἠσαΐαν εἰπόντα »Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν«, τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον »οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια οὐδὲ ἐπίγνωσις θεοῦ« εἰς τὸ αὐτὸ συντείνειν βιάζονται, καὶ τό »οὐκ ἔστιν ὀ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν« ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. καὶ τὸ διὰ Μωυσέως δὲ εἰρημένον »οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται« εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. τὸν μὲν γὰρ ηοιητὴν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι, τὸ δὲ <γεγραμμένον> »οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται« περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν εἰρῆσθαι θέλουσι. καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τό »οὐδεὶς ὄψεται τὸν θεόν« πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐ περὶ τοῦ ὑπὸ τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ αὐτός ἐστιν ὁ ἀόρατος θεός, δειχθήσεται τοῦ λόγου προϊόντος. καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸν τοῦτο σημαίνειν ἐν τῷ ἐπερωτᾶν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ εἰδότα· ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀέ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ εἰπεῖν αὐτῷ »ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσίν, ἕως οἱ συνιέντες συνιῶσι καὶ οἱ λευκοὶ λευκανθῶσι«· καὶ αὐτοὺς εἶναι τοὺς λευκοὺς καὶ [εὖ] συνιέντας αὐχοῦσιν. Πρὸς δὲ τούτοις ἀμύθητον πηῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶς ἔπλασαν, παραφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
