Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 18
Epiphanius, Panarion (Adversus haereses) 18.17
Not analysed yet
ἐν τούτοις <γάρ> διαρρήδην φασὶ δεδειχέναι αὐτόν, ὡς τὸν ὑπ᾿ αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδὲ ἑνὸς πώποτε ἐγνωκότος, καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτιστοῦ ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου, καὶ ταῦτα τὸν κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι πατρός, ὃν αὐτοὶ καταγγέλλουσι.