Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 18
Epiphanius, Panarion (Adversus haereses) 18.7
Not analysed yet
οὔτε δὲ δέχονται τὴν πεντάτευχον Μωυσέως ὅλην, ἀλλά τινα ῥητὰ ἀποβάλλουσιν, ὅταν δὲ αὐτοῖς εἴπῃς περὶ ἐμψύχων βρώσεως· πῶς οὖν Ἀβραὰμ παρέθετο τοῖς ἀγγέλοις τὸν μόσχον καὶ τὸ γάλα; ἢ πῶς ἔφαγεν Νῶε καὶ ἤκουσεν ἀπὸ θεοῦ λέγοντος, θῦσον καὶ φάγε, πῶς δὲ Ἰσαὰκ καὶ Ἰακὼβ ἔθυσαν τῷ θεῷ, ὁμοίως δὲ καὶ Μωυσῆς ἐν τῇ ἐρήμῳ; «,ἐκείνοις μὲν ἀπιστεῖ καί φησι »τίς χρεία με ἀναγινώσκειν τὰ ἐν τῷ νόμῳ, ἐλθόντος τοῦ εὐαγγελίου; «.