# Panarion (Adversus haereses) 18.8-2-12

Epiphanius, Panarion (Adversus haereses), 18.8 to 18.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/18.8-2

τοὺς δὲ ἑπτὰ οὐρανοὺς οὐκ] εἶναι νοητούς φασιν, ἀγγέλους δὲ αὐτοὺς ὑποτίθενται, καὶ τὸν Δημιουργὸν δὲ καὶ αὐτὸν ἄγγελον , θεῷ δὲ ἐοικότα, ὡς καὶ τὸν παράδεισον, ὑπὲρ τρίτον οὐρανὸν ὅντα, τέταρτον ἀρχάγγελον λέγουσι δυνάμει ὑπάρχειν καὶ ἀπὸ τούτου τι εἰληφέναι τὸν Ἀδὰμ διατετριφότα ἐν αὐτῷ. Ταῦτα δὲ τὸν Δημιουργὸν φάσκουσιν ἀφ᾿ ἑαυτοῦ μὲν ᾠῆσθαι <κατὰ Ε; κατασκευάζειν, πεποιηκέναι δ᾿ αὐτὰ τῆς Ἀχαμὼθ προβαλλούσης. οὐρανὸν Ε; πεποιηκέναι μὴ εἰδότα οὐρανόν· καὶ ἄνθρωπον πεπλακέναι, ἀγνοοῦντα τὸν] ἄνθρωπον· γῆν τε δεδειχέναι, μὴ ἐπιστάμενον τὴν] γῆν· καὶ ἐπὶ πάντων οὔτως λέγουσιν ἠγνοηκέναι αὐτὸν τὰς ἰδέας ὧν ἐπολίει καὶ αὐτὴν τὴν Μητέρα, αὐτὸν Τε μόνον ᾠῆσθαι πάντα εἶναι. αὐτίαν δ᾿ αὐτῷ γεγονέναι τὴν Μητέρα τῆς ποιήσεως ταύτης φάσκουσι, τὴν σὕτω βουληθεῖσαν προαγαγεῖν αὐτόν, κεφαλὴν με) καὶ ἀρχὴν τῆς ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας. ταύτην δὲ τὴν Μητέρα καὶ Ὁγδοάδα καλοῦσι καὶ Σοφίαν καὶ Γῆν καὶ Ἱερουσαλὴμ καὶ ὅγιον Πνεῦμα καὶ Κύριον ἀρσενικῶς· ἔχειν ἴε τὸν τῆς Μεσότητος τόπον αὐτὴν καὶ εἶναι ὑπεράνω μὲν τοῦ Δημιουργοῦ , ὑποκάτω δὲ ἤ ἔξω τοῦ Πληρώματος μέχρι συντελείας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
