# Panarion (Adversus haereses) 19-2

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/19-2

19. Τὴν δὲ τῆς ἀπολυτρώσεως <παρ᾿> αὐτοῖς παράδοσιν συμβέβηκεν ἀόρατον εἶναι καὶ ἀκατάληπτον, ἅτε † τῶν ἀκρατήτων καὶ ἀοράτων Μητέρα ὑπάρχουσαν καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁΠλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστιν διὰ τὸ ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. ὅσοι γὰρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοί, τοσαῦται καὶ ἀπολυτρώσεις. καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς θεὸν ἀναγεννήσεως καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἲδος τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσηκοντι τοπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἲναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. ἄλλως γὰ;ρ ἀδύνατον > ἐντὸς Πληρώματος εἰσελθεῖν, ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος τοῦ Βυθοὺ κατάγουσα κατ’ αὐτούς. τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως <εἶναι> ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ Χριστοῦ εἰς τελείωσιν, καὶ τὸ μὲν ψυχικόν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται, καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν υπὸ Χριστοῦ κεκομίσθαι εἰς τελείωσιν. καὶ τοῦτ᾿ εἶναι περὶ οὗ λέγει »καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό«. ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆν μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν μετ’ αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν κύριον λέγουσιν, εἰπόντα »δύνασθε τὸ βάΠτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι;« καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι, καὶ εἶναι ταύτην τὴν ὑπ᾿ αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
