# Panarion (Adversus haereses) 19-3

Epiphanius, Panarion (Adversus haereses), κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/19-3

19. Τέταρτος γὰρ τῶν εὐαγγελιστῶν κατὰ διαδοχὴν ἐλθὼν ὁ μακάριος Ἰωάννης, πρῶτος μὲν ὢν ἐν τῇ κλήσει μετὰ Πέτρον καὶ Ἀνδρένα σὺν Ἰακώβῳ τῷ ἀδελφῷ αὐτοῦ, τελευταῖος δὲ τοῖς χρόνοις εὐγγελιςάμενος, τὰ πρὸ αὐτοῦ καλῶς τεταγμένα οὐκ ἐμερίμνησεν ἐκθέσθαι, ἀλλὰ προλαμβάνει τῶν ῥηθέντων τὰ μὴ ῥηθέντα καὶ <οὕτως> διαλέγεται. ὁ Ματθαῖος γὰρ ἄρχεται ἀπὸ Ἀβραάμ, μετὰ δὲ τὴν ἀρχὴν καὶ μετὰ δύο ἔτη τῆς γεννήσεως πάλιν ποιεῖται τὴν ὑφήγησιν. Μάρκος δὲ ἄρχεται ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, <τὴν> μεςότητα τῶν μετὰ τὴν ἀρχὴν <οὐ> διηγούμενος. Λουκᾶς δὲ ἀρχὴν πρὸ τῆς ἀρχῆς ἐπήγαγε, τὴν περὶ τῆς Ἐλιςάβετ καὶ Μαρίας πρὸ τοῦ ἐγκύμονα<ς αὐτὰς> εἶναι γεγενημένην πραγματείαν. Ἰωάννης δέ, ἔτι πρότερος μὲν ὢν τῇ κλήσει, ὕστερος δὲ τούτων κηρύξας, ἐπασφαλίζεται τὴν πρὸ τῆς ἐνςάρκου παρουςίας πραγματείαν. πνευματικὰ γὰρ ἦν τὰ πλεπῖστα τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα, τῶν σαρκικῶν ἤδη ἐπασφαλισθέντων. διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης, κατὰ εὐδοκίαν <δὲ> πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομηθείσης. καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων <εἰσ>άγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι᾿ ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσςάρων εὐαγγελιστῶν τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκριβῶς κατάσχωμεν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
