# Panarion (Adversus haereses) 19.1-2-8

Epiphanius, Panarion (Adversus haereses), 19.1 to 19.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/19.1-2

19. Ἐπεὶ οὖν τὴν ὑλικὴν οὐσίαν ἐκ τριῶν παθῶν συστῆναι λέγουσι, φόβου τε καὶ λύπης καὶ ἀπορίας, ἐκ μὲν τοῦφόβου φόβου καὶ τῆς ἐπιστροφῆς τὰ ψυχικὰ τὴν σύστασιν εἰληφέναι· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν Δημιουργὸν βούλονται τὴν γένεσιν ἐσχηκέναι, ἐκ δὲ τοῦ φόβου τὴν λοιπῆν πᾶσαν ψυχικὴν ὑπόστασιν ὡς ψυχὰς ἀλόγων ζῴων καὶ θηρίων καὶ ἀνθρώπων. Ε; διὰ τοῦτο ἀτονώτερον αὐτὸν ὑπάρχοντα πρὸς τὸ γινώσκειν τὰ πνευματικὰ αὐτὸν νενομικέναι μόνον εἶναι θεὸν καὶ διὰ τῶν προφητῶν εἰρηκέναι »ἐγὼ θεός, πλὴν ἐμοῦ οὐδείς«. ἐκ δὲ τῆς λύπης τὰ πνευματικὰ τῆς πονηρίας διδάσκουσι γεγονέαι· ὅθεν Ε; τὸν Διάβολον τὴν γένεσιν ἐσχηκέναι, ὅν καὶ Κοσμοκράτορα καλοῦσι , καὶ τὰ δαιμόνια καὶ τοὺς ἀγ- γἐλους καὶ πᾶσαν τὴν πωευματικὴν τῆς | πονηρίας ὑπόστασιν. ἀλλὰ τὸν μὲν Δημιουργὸν υἱὸν ψυχικὸν τῆς Μητρὸς αὐτῶν λέγουσι, τὸν δὲ Κοσμοκράτορα κτίσμα τοῦ Δημιουργοῦ. καὶ τὸν μὲν Κοσμοκράτορα γινώσκειν τὰ ὑπὲρ αὐτόν, ὅτι πενῦμά ἐστι τῆς πονηρίας, τὸν δὲ Δημιουργὸν ἀγνοεῖν, ἅτε Ψυχικὸν ὑπάρχοντα. οἰκεῖν δὲ τὴν Μητέρα αὐτῶν εἰς τὸν ὑπερουράνιον τόποι τουτέστιν ἐν τῇ Μεσότητι, τὸν Δημιουργὸν δὲ εἰς τὸν ἐπουράνιον τόποv τουτέστιν ἐν τῇ Ἐβδομάδι, τὸν > Κοσμοδράτορα ἐν τῷ καθ' ἡμᾶς κόσμῳ. ἐκ δὲ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας ὡς ἐκ τοῦ > στασιμωτέρου τὰ σωματικὰ καθὼς προείπαμεν τοῦ κόσμου στοιχεῖα γεγονέναι. γῆν μὲν κατὰ τὴν ἐκπλήξεως στάσιν, ὕδωρ δὲ κατὰ τὴν φόβου κίνησιν, ἀέρα δὲ κατὰ τὴν λύπης πῆξιν. τὸ δὲ πῦρ ἅπασιν αὐτοῖς ἐμπεφυκέναι θάνατον καὶ φθοράν, ὡς καὶ τὴν ἄγνοιαν τοῖς τρισὶ πάθεσιν ἐγεκρύφθαι οιοασκουσι. Δημιουργήσαντα δὴ τὸν κόσμον πεποιηκέναι καὶ τὸν ἄνθρωπον τὸν χϊκόν, οὐκ ἀπὸ ταύτης δὲ τῆς ξηρᾶς Τῆς, ἀλλὰ ἀπὸ τῆς ἀοράτου οὐσίας, ἀπὸ τοῦ κεχυμένου καὶ ῥευστοῦ τῆς ὕλης λαβόντα. καὶ εἰς τοῦτον ἐμφυσῆσαι τὸν ψυχικὸν διορίζονται.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
