Ancient Greek
1b.4.1 to 1b.4.2
Epiphanius, Panarion (Adversus haereses) 1b.4.1-2
Not analysed yet
4. Ἐκ τούτων τῶν αἱρέσεων καὶ μετέπειτα κατὰ διαδοχὴν τῶν χρόνων ἐπεφάνη ἡ σωτήριος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομία ἤγουν ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία τε καὶ κήρυγμα βασιλείας, ἥτις μόνη ἐστὶ πηγὴ σωτηρίας καὶ πίστις ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας. ἐκ δὲ ταύτης περιεκλάσθησάν τε καὶ ἐσχίσθησαν ὅνομα μόνον Χριστοῦ ἔχουσαι, ἀλλ᾿ οὐχὶ τὴν πίστιν, αἱρέσεις αὗται·