Ancient Greek
1b.5.7 to 1b.5.8
Epiphanius, Panarion (Adversus haereses) 1b.5.7-8
Not analysed yet
ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ ὅντι κατὰ τὸν ἀριθμὸν τὸν προειρημένον. αἱρέσεις πέντε οὕτως· Παύλου τοῦ Σαμοσατέως Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανῶν τῶν ἐν τῇ Αἰγύπτῳ σχίσμα Ἀρειανοί. αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου τῶν <δύο> ἀνακεφαλαίωσις. Ὁμοίως καὶ ἐν τῷ τρίτω βιβλίῳ εἰσὶ τόμοι δύο. ἐν τῷ μὲν πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίουι ἕκτῳ δὲ ὄντι καθ᾿ ὅν ἀριθμὸν προείπαμεν, αἱρέσεις ἑπτὰ οὕτως· Αὐδιανοὶ σχίσμα ὄντες, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματομάχοι, οἱ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἅγιον βλασφημοῦντες, Ἀεριανοὶ |Ἀετίου τοῦ Ἀνομοίου, ᾦ συνήφθη Εὐνόμιος ὁ καὶ Ἄνομος.